Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. δώσω τοι κρητῆρα τετυγμένον· ἀργύρεος δὲ
  2. ἐστὶν ἅπας, χρυσῷ δʼ ἐπὶ χείλεα κεκράανται,
  3. ἔργον δʼ Ἡφαίστοιο· πόρεν δέ ἑ Φαίδιμος ἥρως,
  4. Σιδονίων βασιλεύς, ὅθʼ ἑὸς δόμος ἀμφεκάλυψε
  5. κεῖσέ με νοστήσαντα· τεῒν δʼ ἐθέλω τόδʼ ὀπάσσαι.
  6. ὣς εἰπὼν ἐν χειρὶ τίθει δέπας ἀμφικύπελλον
  7. ἥρως Ἀτρεΐδης· ὁ δʼ ἄρα κρητῆρα φαεινὸν
  8. θῆκʼ αὐτοῦ προπάροιθε φέρων κρατερὸς Μεγαπένθης,
  9. ἀργύρεον· Ἑλένη δὲ παρίστατο καλλιπάρῃος
  10. πέπλον ἔχουσʼ ἐν χερσίν, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
  11. δῶρόν τοι καὶ ἐγώ, τέκνον φίλε, τοῦτο δίδωμι,
  12. μνῆμʼ Ἑλένης χειρῶν, πολυηράτου ἐς γάμου ὥρην,
  13. σῇ ἀλόχῳ φορέειν· τῆος δὲ φίλῃ παρὰ μητρὶ
  14. κείσθω ἐνὶ μεγάρῳ. σὺ δέ μοι χαίρων ἀφίκοιο
  15. οἶκον ἐϋκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν.
  16. ὣς εἰποῦσʼ ἐν χερσὶ τίθει, ὁ δʼ ἐδέξατο χαίρων.
  17. καὶ τὰ μὲν ἐς πείρινθα τίθει Πεισίστρατος ἥρως
  18. δεξάμενος, καὶ πάντα ἑῷ θηήσατο θυμῷ·
  19. τοὺς δʼ ἦγε πρὸς δῶμα κάρη ξανθὸς Μενέλαος.
  20. ἑζέσθην δʼ ἄρʼ ἔπειτα κατὰ κλισμούς τε θρόνους τε.
  21. χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα
  22. καλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος,
  23. νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
  24. σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα·
  25. εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων·
  26. πὰρ δὲ Βοηθοΐδης κρέα δαίετο καὶ νέμε μοίρας·
  27. οἰνοχόει δʼ υἱὸς Μενελάου κυδαλίμοιο.
  28. οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
  29. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,