Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. δώσω ὃ κάλλιστον καὶ τιμηέστατόν ἐστι.
  2. δώσω τοι κρητῆρα τετυγμένον· ἀργύρεος δὲ
  3. ἐστὶν ἅπας, χρυσῷ δʼ ἐπὶ χείλεα κεκράανται,
  4. ἔργον δʼ Ἡφαίστοιο· πόρεν δέ ἑ Φαίδιμος ἥρως,
  5. Σιδονίων βασιλεύς, ὅθʼ ἑὸς δόμος ἀμφεκάλυψε
  6. κεῖσέ με νοστήσαντα· τεῒν δʼ ἐθέλω τόδʼ ὀπάσσαι.
  7. ὣς εἰπὼν ἐν χειρὶ τίθει δέπας ἀμφικύπελλον
  8. ἥρως Ἀτρεΐδης· ὁ δʼ ἄρα κρητῆρα φαεινὸν
  9. θῆκʼ αὐτοῦ προπάροιθε φέρων κρατερὸς Μεγαπένθης,
  10. ἀργύρεον· Ἑλένη δὲ παρίστατο καλλιπάρῃος