Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. Τηλέμαχʼ, ἦ τοι νόστον, ὅπως φρεσὶ σῇσι μενοινᾷς,
  2. ὥς τοι Ζεὺς τελέσειεν, ἐρίγδουπος πόσις Ἥρης.
  3. δώρων δʼ, ὅσσʼ ἐν ἐμῷ οἴκῳ κειμήλια κεῖται,
  4. δώσω ὃ κάλλιστον καὶ τιμηέστατόν ἐστι.
  5. δώσω τοι κρητῆρα τετυγμένον· ἀργύρεος δὲ
  6. ἐστὶν ἅπας, χρυσῷ δʼ ἐπὶ χείλεα κεκράανται,
  7. ἔργον δʼ Ἡφαίστοιο· πόρεν δέ ἑ Φαίδιμος ἥρως,
  8. Σιδονίων βασιλεύς, ὅθʼ ἑὸς δόμος ἀμφεκάλυψε
  9. κεῖσέ με νοστήσαντα· τεῒν δʼ ἐθέλω τόδʼ ὀπάσσαι.
  10. ὣς εἰπὼν ἐν χειρὶ τίθει δέπας ἀμφικύπελλον
  11. ἥρως Ἀτρεΐδης· ὁ δʼ ἄρα κρητῆρα φαεινὸν