Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. βὰν δʼ ἰέναι προτέρω διὰ δώματος, ἧος ἵκοντο
  2. Τηλέμαχον· τὸν δὲ προσέφη ξανθὸς Μενέλαος·
  3. Τηλέμαχʼ, ἦ τοι νόστον, ὅπως φρεσὶ σῇσι μενοινᾷς,
  4. ὥς τοι Ζεὺς τελέσειεν, ἐρίγδουπος πόσις Ἥρης.
  5. δώρων δʼ, ὅσσʼ ἐν ἐμῷ οἴκῳ κειμήλια κεῖται,
  6. δώσω ὃ κάλλιστον καὶ τιμηέστατόν ἐστι.
  7. δώσω τοι κρητῆρα τετυγμένον· ἀργύρεος δὲ
  8. ἐστὶν ἅπας, χρυσῷ δʼ ἐπὶ χείλεα κεκράανται,
  9. ἔργον δʼ Ἡφαίστοιο· πόρεν δέ ἑ Φαίδιμος ἥρως,
  10. Σιδονίων βασιλεύς, ὅθʼ ἑὸς δόμος ἀμφεκάλυψε
  11. κεῖσέ με νοστήσαντα· τεῒν δʼ ἐθέλω τόδʼ ὀπάσσαι.
  12. ὣς εἰπὼν ἐν χειρὶ τίθει δέπας ἀμφικύπελλον
  13. ἥρως Ἀτρεΐδης· ὁ δʼ ἄρα κρητῆρα φαεινὸν
  14. θῆκʼ αὐτοῦ προπάροιθε φέρων κρατερὸς Μεγαπένθης,
  15. ἀργύρεον· Ἑλένη δὲ παρίστατο καλλιπάρῃος