Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἀστὴρ δʼ ὣς ἀπέλαμπεν· ἔκειτο δὲ νείατος ἄλλων.
  2. βὰν δʼ ἰέναι προτέρω διὰ δώματος, ἧος ἵκοντο
  3. Τηλέμαχον· τὸν δὲ προσέφη ξανθὸς Μενέλαος·
  4. Τηλέμαχʼ, ἦ τοι νόστον, ὅπως φρεσὶ σῇσι μενοινᾷς,
  5. ὥς τοι Ζεὺς τελέσειεν, ἐρίγδουπος πόσις Ἥρης.
  6. δώρων δʼ, ὅσσʼ ἐν ἐμῷ οἴκῳ κειμήλια κεῖται,
  7. δώσω ὃ κάλλιστον καὶ τιμηέστατόν ἐστι.
  8. δώσω τοι κρητῆρα τετυγμένον· ἀργύρεος δὲ
  9. ἐστὶν ἅπας, χρυσῷ δʼ ἐπὶ χείλεα κεκράανται,
  10. ἔργον δʼ Ἡφαίστοιο· πόρεν δέ ἑ Φαίδιμος ἥρως,
  11. Σιδονίων βασιλεύς, ὅθʼ ἑὸς δόμος ἀμφεκάλυψε
  12. κεῖσέ με νοστήσαντα· τεῒν δʼ ἐθέλω τόδʼ ὀπάσσαι.
  13. ὣς εἰπὼν ἐν χειρὶ τίθει δέπας ἀμφικύπελλον
  14. ἥρως Ἀτρεΐδης· ὁ δʼ ἄρα κρητῆρα φαεινὸν
  15. θῆκʼ αὐτοῦ προπάροιθε φέρων κρατερὸς Μεγαπένθης,
  16. ἀργύρεον· Ἑλένη δὲ παρίστατο καλλιπάρῃος
  17. πέπλον ἔχουσʼ ἐν χερσίν, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
  18. δῶρόν τοι καὶ ἐγώ, τέκνον φίλε, τοῦτο δίδωμι,
  19. μνῆμʼ Ἑλένης χειρῶν, πολυηράτου ἐς γάμου ὥρην,
  20. σῇ ἀλόχῳ φορέειν· τῆος δὲ φίλῃ παρὰ μητρὶ