Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. οὔ ποθʼ ἓν ἱρεύουσʼ ἱερήϊον, οὐδὲ δύʼ οἴω·
  2. οἶνον δὲ φθινύθουσιν ὑπέρβιον ἐξαφύοντες.
  3. ἦ γάρ οἱ ζωή γʼ ἦν ἄσπετος· οὔ τινι τόσση
  4. ἀνδρῶν ἡρώων, οὔτʼ ἠπείροιο μελαίνης
  5. οὔτʼ αὐτῆς Ἰθάκης· οὐδὲ ξυνεείκοσι φωτῶν
  6. ἔστʼ ἄφενος τοσσοῦτον· ἐγὼ δέ κέ τοι καταλέξω.
  7. δώδεκʼ ἐν ἠπείρῳ ἀγέλαι· τόσα πώεα οἰῶν,
  8. τόσσα συῶν συβόσια, τόσʼ αἰπόλια πλατέʼ αἰγῶν
  9. βόσκουσι ξεῖνοί τε καὶ αὐτοῦ βώτορες ἄνδρες.
  10. ἐνθάδε δʼ αἰπόλια πλατέʼ αἰγῶν ἕνδεκα πάντα
  11. ἐσχατιῇ βόσκοντʼ, ἐπὶ δʼ ἀνέρες ἐσθλοὶ ὄρονται.
  12. τῶν αἰεί σφιν ἕκαστος ἐπʼ ἤματι μῆλον ἀγινεῖ,
  13. ζατρεφέων αἰγῶν ὅς τις φαίνηται ἄριστος.
  14. αὐτὰρ ἐγὼ σῦς τάσδε φυλάσσω τε ῥύομαί τε,
  15. καί σφι συῶν τὸν ἄριστον ἐῢ κρίνας ἀποπέμπω.
  16. ὣς φάθʼ, ὁ δʼ ἐνδυκέως κρέα τʼ ἤσθιε πῖνέ τε οἶνον
  17. ἁρπαλέως ἀκέων, κακὰ δὲ μνηστῆρσι φύτευεν.
  18. αὐτὰρ ἐπεὶ δείπνησε καὶ ἤραρε θυμὸν ἐδωδῇ,
  19. καί οἱ πλησάμενος δῶκε σκύφον, ᾧ περ ἔπινεν,
  20. οἴνου ἐνίπλειον· ὁ δʼ ἐδέξατο, χαῖρε δὲ θυμῷ,