καὶ μὲν τοῖς ὄπιδος κρατερὸν δέος ἐν φρεσὶ πίπτει.οἵδε δὲ καί τι ἴσασι, θεοῦ δέ τινʼ ἔκλυον αὐδήν,κείνου λυγρὸν ὄλεθρον, ὅτʼ οὐκ ἐθέλουσι δικαίωςμνᾶσθαι οὐδὲ νέεσθαι ἐπὶ σφέτερʼ, ἀλλὰ ἕκηλοικτήματα δαρδάπτουσιν ὑπέρβιον, οὐδʼ ἔπι φειδώ.ὅσσαι γὰρ νύκτες τε καὶ ἡμέραι ἐκ Διός εἰσιν,οὔ ποθʼ ἓν ἱρεύουσʼ ἱερήϊον, οὐδὲ δύʼ οἴω·οἶνον δὲ φθινύθουσιν ὑπέρβιον ἐξαφύοντες.ἦ γάρ οἱ ζωή γʼ ἦν ἄσπετος· οὔ τινι τόσσηἀνδρῶν ἡρώων, οὔτʼ ἠπείροιο μελαίνηςοὔτʼ αὐτῆς Ἰθάκης· οὐδὲ ξυνεείκοσι φωτῶνἔστʼ ἄφενος τοσσοῦτον· ἐγὼ δέ κέ τοι καταλέξω.δώδεκʼ ἐν ἠπείρῳ ἀγέλαι· τόσα πώεα οἰῶν,τόσσα συῶν συβόσια, τόσʼ αἰπόλια πλατέʼ αἰγῶνβόσκουσι ξεῖνοί τε καὶ αὐτοῦ βώτορες ἄνδρες.ἐνθάδε δʼ αἰπόλια πλατέʼ αἰγῶν ἕνδεκα πάνταἐσχατιῇ βόσκοντʼ, ἐπὶ δʼ ἀνέρες ἐσθλοὶ ὄρονται.τῶν αἰεί σφιν ἕκαστος ἐπʼ ἤματι μῆλον ἀγινεῖ,ζατρεφέων αἰγῶν ὅς τις φαίνηται ἄριστος.αὐτὰρ ἐγὼ σῦς τάσδε φυλάσσω τε ῥύομαί τε,