ἀλλὰ δίκην τίουσι καὶ αἴσιμα ἔργʼ ἀνθρώπων.καὶ μὲν δυσμενέες καὶ ἀνάρσιοι, οἵ τʼ ἐπὶ γαίηςἀλλοτρίης βῶσιν καί σφι Ζεὺς ληΐδα δώῃ,πλησάμενοι δέ τε νῆας ἔβαν οἶκόνδε νέεσθαι,καὶ μὲν τοῖς ὄπιδος κρατερὸν δέος ἐν φρεσὶ πίπτει.οἵδε δὲ καί τι ἴσασι, θεοῦ δέ τινʼ ἔκλυον αὐδήν,κείνου λυγρὸν ὄλεθρον, ὅτʼ οὐκ ἐθέλουσι δικαίωςμνᾶσθαι οὐδὲ νέεσθαι ἐπὶ σφέτερʼ, ἀλλὰ ἕκηλοικτήματα δαρδάπτουσιν ὑπέρβιον, οὐδʼ ἔπι φειδώ.ὅσσαι γὰρ νύκτες τε καὶ ἡμέραι ἐκ Διός εἰσιν,οὔ ποθʼ ἓν ἱρεύουσʼ ἱερήϊον, οὐδὲ δύʼ οἴω·οἶνον δὲ φθινύθουσιν ὑπέρβιον ἐξαφύοντες.ἦ γάρ οἱ ζωή γʼ ἦν ἄσπετος· οὔ τινι τόσσηἀνδρῶν ἡρώων, οὔτʼ ἠπείροιο μελαίνηςοὔτʼ αὐτῆς Ἰθάκης· οὐδὲ ξυνεείκοσι φωτῶνἔστʼ ἄφενος τοσσοῦτον· ἐγὼ δέ κέ τοι καταλέξω.δώδεκʼ ἐν ἠπείρῳ ἀγέλαι· τόσα πώεα οἰῶν,τόσσα συῶν συβόσια, τόσʼ αἰπόλια πλατέʼ αἰγῶν