ἔσθιε νῦν, ὦ ξεῖνε, τά τε δμώεσσι πάρεστι,χοίρεʼ· ἀτὰρ σιάλους γε σύας μνηστῆρες ἔδουσιν,οὐκ ὄπιδα φρονέοντες ἐνὶ φρεσὶν οὐδʼ ἐλεητύν.οὐ μὲν σχέτλια ἔργα θεοὶ μάκαρες φιλέουσιν,ἀλλὰ δίκην τίουσι καὶ αἴσιμα ἔργʼ ἀνθρώπων.καὶ μὲν δυσμενέες καὶ ἀνάρσιοι, οἵ τʼ ἐπὶ γαίηςἀλλοτρίης βῶσιν καί σφι Ζεὺς ληΐδα δώῃ,πλησάμενοι δέ τε νῆας ἔβαν οἶκόνδε νέεσθαι,καὶ μὲν τοῖς ὄπιδος κρατερὸν δέος ἐν φρεσὶ πίπτει.οἵδε δὲ καί τι ἴσασι, θεοῦ δέ τινʼ ἔκλυον αὐδήν,κείνου λυγρὸν ὄλεθρον, ὅτʼ οὐκ ἐθέλουσι δικαίωςμνᾶσθαι οὐδὲ νέεσθαι ἐπὶ σφέτερʼ, ἀλλὰ ἕκηλοικτήματα δαρδάπτουσιν ὑπέρβιον, οὐδʼ ἔπι φειδώ.ὅσσαι γὰρ νύκτες τε καὶ ἡμέραι ἐκ Διός εἰσιν,