Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἐν δʼ ἄρα κισσυβίῳ κίρνη μελιηδέα οἶνον,
  2. αὐτὸς δʼ ἀντίον ἷζεν, ἐποτρύνων δὲ προσηύδα·
  3. ἔσθιε νῦν, ὦ ξεῖνε, τά τε δμώεσσι πάρεστι,
  4. χοίρεʼ· ἀτὰρ σιάλους γε σύας μνηστῆρες ἔδουσιν,
  5. οὐκ ὄπιδα φρονέοντες ἐνὶ φρεσὶν οὐδʼ ἐλεητύν.
  6. οὐ μὲν σχέτλια ἔργα θεοὶ μάκαρες φιλέουσιν,
  7. ἀλλὰ δίκην τίουσι καὶ αἴσιμα ἔργʼ ἀνθρώπων.
  8. καὶ μὲν δυσμενέες καὶ ἀνάρσιοι, οἵ τʼ ἐπὶ γαίης
  9. ἀλλοτρίης βῶσιν καί σφι Ζεὺς ληΐδα δώῃ,
  10. πλησάμενοι δέ τε νῆας ἔβαν οἶκόνδε νέεσθαι,
  11. καὶ μὲν τοῖς ὄπιδος κρατερὸν δέος ἐν φρεσὶ πίπτει.