Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἔνθεν ἑλὼν δύʼ ἔνεικε καὶ ἀμφοτέρους ἱέρευσεν,
  2. εὗσέ τε μίστυλλέν τε καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειρεν.
  3. ὀπτήσας δʼ ἄρα πάντα φέρων παρέθηκʼ Ὀδυσῆϊ
  4. θέρμʼ αὐτοῖς ὀβελοῖσιν· ὁ δʼ ἄλφιτα λευκὰ πάλυνεν·
  5. ἐν δʼ ἄρα κισσυβίῳ κίρνη μελιηδέα οἶνον,
  6. αὐτὸς δʼ ἀντίον ἷζεν, ἐποτρύνων δὲ προσηύδα·
  7. ἔσθιε νῦν, ὦ ξεῖνε, τά τε δμώεσσι πάρεστι,
  8. χοίρεʼ· ἀτὰρ σιάλους γε σύας μνηστῆρες ἔδουσιν,
  9. οὐκ ὄπιδα φρονέοντες ἐνὶ φρεσὶν οὐδʼ ἐλεητύν.
  10. οὐ μὲν σχέτλια ἔργα θεοὶ μάκαρες φιλέουσιν,
  11. ἀλλὰ δίκην τίουσι καὶ αἴσιμα ἔργʼ ἀνθρώπων.
  12. καὶ μὲν δυσμενέες καὶ ἀνάρσιοι, οἵ τʼ ἐπὶ γαίης
  13. ἀλλοτρίης βῶσιν καί σφι Ζεὺς ληΐδα δώῃ,
  14. πλησάμενοι δέ τε νῆας ἔβαν οἶκόνδε νέεσθαι,
  15. καὶ μὲν τοῖς ὄπιδος κρατερὸν δέος ἐν φρεσὶ πίπτει.
  16. οἵδε δὲ καί τι ἴσασι, θεοῦ δέ τινʼ ἔκλυον αὐδήν,
  17. κείνου λυγρὸν ὄλεθρον, ὅτʼ οὐκ ἐθέλουσι δικαίως
  18. μνᾶσθαι οὐδὲ νέεσθαι ἐπὶ σφέτερʼ, ἀλλὰ ἕκηλοι
  19. κτήματα δαρδάπτουσιν ὑπέρβιον, οὐδʼ ἔπι φειδώ.
  20. ὅσσαι γὰρ νύκτες τε καὶ ἡμέραι ἐκ Διός εἰσιν,
  21. οὔ ποθʼ ἓν ἱρεύουσʼ ἱερήϊον, οὐδὲ δύʼ οἴω·
  22. οἶνον δὲ φθινύθουσιν ὑπέρβιον ἐξαφύοντες.