Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. βῆ δʼ ἴμεν ἐς συφεούς, ὅθι ἔθνεα ἔρχατο χοίρων.
  2. ἔνθεν ἑλὼν δύʼ ἔνεικε καὶ ἀμφοτέρους ἱέρευσεν,
  3. εὗσέ τε μίστυλλέν τε καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειρεν.
  4. ὀπτήσας δʼ ἄρα πάντα φέρων παρέθηκʼ Ὀδυσῆϊ
  5. θέρμʼ αὐτοῖς ὀβελοῖσιν· ὁ δʼ ἄλφιτα λευκὰ πάλυνεν·
  6. ἐν δʼ ἄρα κισσυβίῳ κίρνη μελιηδέα οἶνον,
  7. αὐτὸς δʼ ἀντίον ἷζεν, ἐποτρύνων δὲ προσηύδα·