Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • ξεῖνον ἀτιμῆσαι· πρὸς γὰρ Διός εἰσιν ἅπαντες
  • ξεῖνοί τε πτωχοί τε· δόσις δʼ ὀλίγη τε φίλη τε
  • γίγνεται ἡμετέρη· ἡ γὰρ δμώων δίκη ἐστὶν
  • αἰεὶ δειδιότων, ὅτʼ ἐπικρατέωσιν ἄνακτες
  • οἱ νέοι. ἦ γὰρ τοῦ γε θεοὶ κατὰ νόστον ἔδησαν,
  • ὅς κεν ἔμʼ ἐνδυκέως ἐφίλει καὶ κτῆσιν ὄπασσεν,
  • οἶκόν τε κλῆρόν τε πολυμνήστην τε γυναῖκα,
  • οἷά τε ᾧ οἰκῆϊ ἄναξ εὔθυμος ἔδωκεν,
  • ὅς οἱ πολλὰ κάμῃσι, θεὸς δʼ ἐπὶ ἔργον ἀέξῃ,
  • ὡς καὶ ἐμοὶ τόδε ἔργον ἀέξεται, ᾧ ἐπιμίμνω.
  • τῷ κέ με πόλλʼ ὤνησεν ἄναξ, εἰ αὐτόθʼ ἐγήρα·
  • ἀλλʼ ὄλεθʼ—ὡς ὤφελλʼ Ἑλένης ἀπὸ φῦλον ὀλέσθαι
  • πρόχνυ, ἐπεὶ πολλῶν ἀνδρῶν ὑπὸ γούνατʼ ἔλυσε·
  • καὶ γὰρ κεῖνος ἔβη Ἀγαμέμνονος εἵνεκα τιμῆς
  • Ἴλιον εἰς εὔπωλον, ἵνα Τρώεσσι μάχοιτο.