Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. βῆ δʼ ἴμεναι κείων ὅθι περ σύες ἀργιόδοντες
  2. πέτρῃ ὕπο γλαφυρῇ εὗδον, Βορέω ὑπʼ ἰωγῇ.
  1. ἡ δʼ εἰς εὐρύχορον Λακεδαίμονα Παλλὰς Ἀθήνη
  2. ᾤχετʼ, Ὀδυσσῆος μεγαθύμου φαίδιμον υἱὸν
  3. νόστου ὑπομνήσουσα καὶ ὀτρυνέουσα νέεσθαι.
  4. εὗρε δὲ Τηλέμαχον καὶ Νέστορος ἀγλαὸν υἱὸν
  5. εὕδοντʼ ἐν προδόμῳ Μενελάου κυδαλίμοιο,