Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὦ γέρον, αἶνος μέν τοι ἀμύμων, ὃν κατέλεξας,
  2. οὐδέ τί πω παρὰ μοῖραν ἔπος νηκερδὲς ἔειπες·
  3. τῷ οὔτʼ ἐσθῆτος δευήσεαι οὔτε τευ ἄλλου,
  4. ὧν ἐπέοιχʼ ἱκέτην ταλαπείριον ἀντιάσαντα,
  5. νῦν· ἀτὰρ ἠῶθέν γε τὰ σὰ ῥάκεα δνοπαλίξεις.
  6. οὐ γὰρ πολλαὶ χλαῖναι ἐπημοιβοί τε χιτῶνες
  7. ἐνθάδε ἕννυσθαι, μία δʼ οἴη φωτὶ ἑκάστῳ.
  8. αὐτὰρ ἐπὴν ἔλθῃσιν Ὀδυσσῆος φίλος υἱός,
  9. αὐτός τοι χλαῖνάν τε χιτῶνά τε εἵματα δώσει,
  10. πέμψει δʼ ὅππῃ σε κραδίη θυμός τε κελεύει.
  11. ὣς εἰπὼν ἀνόρουσε, τίθει δʼ ἄρα οἱ πυρὸς ἐγγὺς
  12. εὐνήν, ἐν δʼ ὀΐων τε καὶ αἰγῶν δέρματʼ ἔβαλλεν.
  13. ἔνθʼ Ὀδυσεὺς κατέλεκτʼ· ἐπὶ δὲ χλαῖναν βάλεν αὐτῷ