Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • ὦ γέρον, αἶνος μέν τοι ἀμύμων, ὃν κατέλεξας,
  • οὐδέ τί πω παρὰ μοῖραν ἔπος νηκερδὲς ἔειπες·
  • τῷ οὔτʼ ἐσθῆτος δευήσεαι οὔτε τευ ἄλλου,
  • ὧν ἐπέοιχʼ ἱκέτην ταλαπείριον ἀντιάσαντα,
  • νῦν· ἀτὰρ ἠῶθέν γε τὰ σὰ ῥάκεα δνοπαλίξεις.
  • οὐ γὰρ πολλαὶ χλαῖναι ἐπημοιβοί τε χιτῶνες
  • ἐνθάδε ἕννυσθαι, μία δʼ οἴη φωτὶ ἑκάστῳ.
  • αὐτὰρ ἐπὴν ἔλθῃσιν Ὀδυσσῆος φίλος υἱός,