Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • εἰ πλέονας παρὰ ναῦφιν ἐποτρύνειε νέεσθαι.
  • ὣς ἔφατʼ, ὦρτο δʼ ἔπειτα Θόας, Ἀνδραίμονος υἱός,
  • καρπαλίμως, ἀπὸ δὲ χλαῖναν θέτο φοινικόεσσαν,
  • βῆ δὲ θέειν ἐπὶ νῆας· ἐγὼ δʼ ἐνὶ εἵματι κείνου
  • κείμην ἀσπασίως, φάε δὲ χρυσόθρονος Ἠώς.
  • ὣς νῦν ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἴη·
  • δοίη κέν τις χλαῖναν ἐνὶ σταθμοῖσι συφορβῶν,
  • ἀμφότερον, φιλότητι καὶ αἰδοῖ φωτὸς ἑῆος·
  • νῦν δέ μʼ ἀτιμάζουσι κακὰ χροῒ εἵματʼ ἔχοντα.