Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. εἰπεῖν Ἀτρεΐδῃ Ἀγαμέμνονι, ποιμένι λαῶν,
  2. εἰ πλέονας παρὰ ναῦφιν ἐποτρύνειε νέεσθαι.
  3. ὣς ἔφατʼ, ὦρτο δʼ ἔπειτα Θόας, Ἀνδραίμονος υἱός,
  4. καρπαλίμως, ἀπὸ δὲ χλαῖναν θέτο φοινικόεσσαν,
  5. βῆ δὲ θέειν ἐπὶ νῆας· ἐγὼ δʼ ἐνὶ εἵματι κείνου
  6. κείμην ἀσπασίως, φάε δὲ χρυσόθρονος Ἠώς.
  7. ὣς νῦν ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἴη·
  8. δοίη κέν τις χλαῖναν ἐνὶ σταθμοῖσι συφορβῶν,
  9. ἀμφότερον, φιλότητι καὶ αἰδοῖ φωτὸς ἑῆος·
  10. νῦν δέ μʼ ἀτιμάζουσι κακὰ χροῒ εἵματʼ ἔχοντα.
  11. τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
  12. ὦ γέρον, αἶνος μέν τοι ἀμύμων, ὃν κατέλεξας,
  13. οὐδέ τί πω παρὰ μοῖραν ἔπος νηκερδὲς ἔειπες·
  14. τῷ οὔτʼ ἐσθῆτος δευήσεαι οὔτε τευ ἄλλου,