Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. λίην γὰρ νηῶν ἑκὰς ἤλθομεν· ἀλλά τις εἴη
  2. εἰπεῖν Ἀτρεΐδῃ Ἀγαμέμνονι, ποιμένι λαῶν,
  3. εἰ πλέονας παρὰ ναῦφιν ἐποτρύνειε νέεσθαι.
  4. ὣς ἔφατʼ, ὦρτο δʼ ἔπειτα Θόας, Ἀνδραίμονος υἱός,
  5. καρπαλίμως, ἀπὸ δὲ χλαῖναν θέτο φοινικόεσσαν,
  6. βῆ δὲ θέειν ἐπὶ νῆας· ἐγὼ δʼ ἐνὶ εἵματι κείνου
  7. κείμην ἀσπασίως, φάε δὲ χρυσόθρονος Ἠώς.
  8. ὣς νῦν ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἴη·
  9. δοίη κέν τις χλαῖναν ἐνὶ σταθμοῖσι συφορβῶν,
  10. ἀμφότερον, φιλότητι καὶ αἰδοῖ φωτὸς ἑῆος·
  11. νῦν δέ μʼ ἀτιμάζουσι κακὰ χροῒ εἵματʼ ἔχοντα.
  12. τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
  13. ὦ γέρον, αἶνος μέν τοι ἀμύμων, ὃν κατέλεξας,
  14. οὐδέ τί πω παρὰ μοῖραν ἔπος νηκερδὲς ἔειπες·
  15. τῷ οὔτʼ ἐσθῆτος δευήσεαι οὔτε τευ ἄλλου,
  16. ὧν ἐπέοιχʼ ἱκέτην ταλαπείριον ἀντιάσαντα,
  17. νῦν· ἀτὰρ ἠῶθέν γε τὰ σὰ ῥάκεα δνοπαλίξεις.
  18. οὐ γὰρ πολλαὶ χλαῖναι ἐπημοιβοί τε χιτῶνες
  19. ἐνθάδε ἕννυσθαι, μία δʼ οἴη φωτὶ ἑκάστῳ.
  20. αὐτὰρ ἐπὴν ἔλθῃσιν Ὀδυσσῆος φίλος υἱός,
  21. αὐτός τοι χλαῖνάν τε χιτῶνά τε εἵματα δώσει,
  22. πέμψει δʼ ὅππῃ σε κραδίη θυμός τε κελεύει.