φθεγξάμενος δʼ ὀλίγῃ ὀπί με πρὸς μῦθον ἔειπε·σίγα νῦν, μή τίς σευ Ἀχαιῶν ἄλλος ἀκούσῃ.ἦ καὶ ἐπʼ ἀγκῶνος κεφαλὴν σχέθεν εἶπέ τε μῦθον·κλῦτε, φίλοι· θεῖός μοι ἐνύπνιον ἦλθεν ὄνειρος.λίην γὰρ νηῶν ἑκὰς ἤλθομεν· ἀλλά τις εἴηεἰπεῖν Ἀτρεΐδῃ Ἀγαμέμνονι, ποιμένι λαῶν,εἰ πλέονας παρὰ ναῦφιν ἐποτρύνειε νέεσθαι.ὣς ἔφατʼ, ὦρτο δʼ ἔπειτα Θόας, Ἀνδραίμονος υἱός,καρπαλίμως, ἀπὸ δὲ χλαῖναν θέτο φοινικόεσσαν,βῆ δὲ θέειν ἐπὶ νῆας· ἐγὼ δʼ ἐνὶ εἵματι κείνουκείμην ἀσπασίως, φάε δὲ χρυσόθρονος Ἠώς.ὣς νῦν ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἴη·δοίη κέν τις χλαῖναν ἐνὶ σταθμοῖσι συφορβῶν,ἀμφότερον, φιλότητι καὶ αἰδοῖ φωτὸς ἑῆος·νῦν δέ μʼ ἀτιμάζουσι κακὰ χροῒ εἵματʼ ἔχοντα.