Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. εὗδον δʼ εὔκηλοι, σάκεσιν εἰλυμένοι ὤμους·
  2. αὐτὰρ ἐγὼ χλαῖναν μὲν ἰὼν ἑτάροισιν ἔλειπον
  3. ἀφραδίῃς, ἐπεὶ οὐκ ἐφάμην ῥιγωσέμεν ἔμπης,
  4. ἀλλʼ ἑπόμην σάκος οἶον ἔχων καὶ ζῶμα φαεινόν.
  5. ἀλλʼ ὅτε δὴ τρίχα νυκτὸς ἔην, μετὰ δʼ ἄστρα βεβήκει,
  6. καὶ τότʼ ἐγὼν Ὀδυσῆα προσηύδων ἐγγὺς ἐόντα
  7. ἀγκῶνι νύξας· ὁ δʼ ἄρʼ ἐμμαπέως ὑπάκουσε·
  8. διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,
  9. οὔ τοι ἔτι ζωοῖσι μετέσσομαι, ἀλλά με χεῖμα
  10. δάμναται· οὐ γὰρ ἔχω χλαῖναν· παρά μʼ ἤπαφε δαίμων
  11. οἰοχίτωνʼ ἔμεναι· νῦν δʼ οὐκέτι φυκτὰ πέλονται.
  12. ὣς ἐφάμην, ὁ δʼ ἔπειτα νόον σχέθε τόνδʼ ἐνὶ θυμῷ,
  13. οἷος κεῖνος ἔην βουλευέμεν ἠδὲ μάχεσθαι·
  14. φθεγξάμενος δʼ ὀλίγῃ ὀπί με πρὸς μῦθον ἔειπε·
  15. σίγα νῦν, μή τίς σευ Ἀχαιῶν ἄλλος ἀκούσῃ.
  16. ἦ καὶ ἐπʼ ἀγκῶνος κεφαλὴν σχέθεν εἶπέ τε μῦθον·
  17. κλῦτε, φίλοι· θεῖός μοι ἐνύπνιον ἦλθεν ὄνειρος.
  18. λίην γὰρ νηῶν ἑκὰς ἤλθομεν· ἀλλά τις εἴη
  19. εἰπεῖν Ἀτρεΐδῃ Ἀγαμέμνονι, ποιμένι λαῶν,
  20. εἰ πλέονας παρὰ ναῦφιν ἐποτρύνειε νέεσθαι.
  21. ὣς ἔφατʼ, ὦρτο δʼ ἔπειτα Θόας, Ἀνδραίμονος υἱός,
  22. καρπαλίμως, ἀπὸ δὲ χλαῖναν θέτο φοινικόεσσαν,
  23. βῆ δὲ θέειν ἐπὶ νῆας· ἐγὼ δʼ ἐνὶ εἵματι κείνου
  24. κείμην ἀσπασίως, φάε δὲ χρυσόθρονος Ἠώς.
  25. ὣς νῦν ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἴη·
  26. δοίη κέν τις χλαῖναν ἐνὶ σταθμοῖσι συφορβῶν,
  27. ἀμφότερον, φιλότητι καὶ αἰδοῖ φωτὸς ἑῆος·
  28. νῦν δέ μʼ ἀτιμάζουσι κακὰ χροῒ εἵματʼ ἔχοντα.
  29. τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
  30. ὦ γέρον, αἶνος μέν τοι ἀμύμων, ὃν κατέλεξας,
  31. οὐδέ τί πω παρὰ μοῖραν ἔπος νηκερδὲς ἔειπες·
  32. τῷ οὔτʼ ἐσθῆτος δευήσεαι οὔτε τευ ἄλλου,
  33. ὧν ἐπέοιχʼ ἱκέτην ταλαπείριον ἀντιάσαντα,
  34. νῦν· ἀτὰρ ἠῶθέν γε τὰ σὰ ῥάκεα δνοπαλίξεις.
  35. οὐ γὰρ πολλαὶ χλαῖναι ἐπημοιβοί τε χιτῶνες
  36. ἐνθάδε ἕννυσθαι, μία δʼ οἴη φωτὶ ἑκάστῳ.
  37. αὐτὰρ ἐπὴν ἔλθῃσιν Ὀδυσσῆος φίλος υἱός,
  38. αὐτός τοι χλαῖνάν τε χιτῶνά τε εἵματα δώσει,
  39. πέμψει δʼ ὅππῃ σε κραδίη θυμός τε κελεύει.
  40. ὣς εἰπὼν ἀνόρουσε, τίθει δʼ ἄρα οἱ πυρὸς ἐγγὺς
  41. εὐνήν, ἐν δʼ ὀΐων τε καὶ αἰγῶν δέρματʼ ἔβαλλεν.
  42. ἔνθʼ Ὀδυσεὺς κατέλεκτʼ· ἐπὶ δὲ χλαῖναν βάλεν αὐτῷ
  43. πυκνὴν καὶ μεγάλην, ἥ οἱ παρεκέσκετʼ ἀμοιβάς,
  44. ἕννυσθαι ὅτε τις χειμὼν ἔκπαγλος ὄροιτο.
  45. ὣς ὁ μὲν ἔνθʼ Ὀδυσεὺς κοιμήσατο, τοὶ δὲ παρʼ αὐτὸν
  46. ἄνδρες κοιμήσαντο νεηνίαι· οὐδὲ συβώτῃ
  47. ἥνδανεν αὐτόθι κοῖτος, ὑῶν ἄπο κοιμηθῆναι,
  48. ἀλλʼ ὅ γʼ ἄρʼ ἔξω ἰὼν ὡπλίζετο· χαῖρε δʼ Ὀδυσσεύς,
  49. ὅττι ῥά οἱ βιότου περικήδετο νόσφιν ἐόντος.
  50. πρῶτον μὲν ξίφος ὀξὺ περὶ στιβαροῖς βάλετʼ ὤμοις,
  51. ἀμφὶ δὲ χλαῖναν ἑέσσατʼ ἀλεξάνεμον, μάλα πυκνήν,
  52. ἂν δὲ νάκην ἕλετʼ αἰγὸς ἐϋτρεφέος μεγάλοιο,
  53. εἵλετο δʼ ὀξὺν ἄκοντα, κυνῶν ἀλκτῆρα καὶ ἀνδρῶν.
  54. βῆ δʼ ἴμεναι κείων ὅθι περ σύες ἀργιόδοντες
  55. πέτρῃ ὕπο γλαφυρῇ εὗδον, Βορέω ὑπʼ ἰωγῇ.
  1. ἡ δʼ εἰς εὐρύχορον Λακεδαίμονα Παλλὰς Ἀθήνη
  2. ᾤχετʼ, Ὀδυσσῆος μεγαθύμου φαίδιμον υἱὸν
  3. νόστου ὑπομνήσουσα καὶ ὀτρυνέουσα νέεσθαι.
  4. εὗρε δὲ Τηλέμαχον καὶ Νέστορος ἀγλαὸν υἱὸν
  5. εὕδοντʼ ἐν προδόμῳ Μενελάου κυδαλίμοιο,
  6. ἦ τοι Νεστορίδην μαλακῷ δεδμημένον ὕπνῳ·
  7. Τηλέμαχον δʼ οὐχ ὕπνος ἔχε γλυκύς, ἀλλʼ ἐνὶ θυμῷ
  8. νύκτα διʼ ἀμβροσίην μελεδήματα πατρὸς ἔγειρεν.
  9. ἀγχοῦ δʼ ἱσταμένη προσέφη γλαυκῶπις Ἀθήνη·
  10. Τηλέμαχʼ, οὐκέτι καλὰ δόμων ἄπο τῆλʼ ἀλάλησαι,
  11. κτήματά τε προλιπὼν ἄνδρας τʼ ἐν σοῖσι δόμοισιν
  12. οὕτω ὑπερφιάλους· μή τοι κατὰ πάντα φάγωσι
  13. κτήματα δασσάμενοι, σὺ δὲ τηϋσίην ὁδὸν ἔλθῃς.
  14. ἀλλʼ ὄτρυνε τάχιστα βοὴν ἀγαθὸν Μενέλαον
  15. πεμπέμεν, ὄφρʼ ἔτι οἴκοι ἀμύμονα μητέρα τέτμῃς.
  16. ἤδη γάρ ῥα πατήρ τε κασίγνητοί τε κέλονται
  17. Εὐρυμάχῳ γήμασθαι· ὁ γὰρ περιβάλλει ἅπαντας
  18. μνηστῆρας δώροισι καὶ ἐξώφελλεν ἔεδνα·
  19. μή νύ τι σεῦ ἀέκητι δόμων ἐκ κτῆμα φέρηται.
  20. οἶσθα γὰρ οἷος θυμὸς ἐνὶ στήθεσσι γυναικός·
  21. κείνου βούλεται οἶκον ὀφέλλειν ὅς κεν ὀπυίῃ,
  22. παίδων δὲ προτέρων καὶ κουριδίοιο φίλοιο
  23. οὐκέτι μέμνηται τεθνηκότος οὐδὲ μεταλλᾷ.
  24. ἀλλὰ σύ γʼ ἐλθὼν αὐτὸς ἐπιτρέψειας ἕκαστα
  25. δμῳάων ἥ τίς τοι ἀρίστη φαίνεται εἶναι,
  26. εἰς ὅ κέ τοι φήνωσι θεοὶ κυδρὴν παράκοιτιν.
  27. ἄλλο δέ τοί τι ἔπος ἐρέω, σὺ δὲ σύνθεο θυμῷ.
  28. μνηστήρων σʼ ἐπιτηδὲς ἀριστῆες λοχόωσιν
  29. ἐν πορθμῷ Ἰθάκης τε Σάμοιό τε παιπαλοέσσης.
  30. ἱέμενοι κτεῖναι, πρὶν πατρίδα γαῖαν ἱκέσθαι.
  31. ἀλλὰ τά γʼ οὐκ ὀΐω· πρὶν καί τινα γαῖα καθέξει
  32. ἀνδρῶν μνηστήρων, οἵ τοι βίοτον κατέδουσιν.
  33. ἀλλὰ ἑκὰς νήσων ἀπέχειν εὐεργέα νῆα,
  34. νυκτὶ δʼ ὁμῶς πλείειν· πέμψει δέ τοι οὖρον ὄπισθεν
  35. ἀθανάτων ὅς τίς σε φυλάσσει τε ῥύεταί τε.
  36. αὐτὰρ ἐπὴν πρώτην ἀκτὴν Ἰθάκης ἀφίκηαι,
  37. νῆα μὲν ἐς πόλιν ὀτρῦναι καὶ πάντας ἑταίρους,
  38. αὐτὸς δὲ πρώτιστα συβώτην εἰσαφικέσθαι,
  39. ὅς τοι ὑῶν ἐπίουρος, ὁμῶς δέ τοι ἤπια οἶδεν.
  40. ἔνθα δὲ νύκτʼ ἀέσαι· τὸν δʼ ὀτρῦναι πόλιν εἴσω
  41. ἀγγελίην ἐρέοντα περίφρονι Πηνελοπείῃ,
  42. οὕνεκά οἱ σῶς ἐσσὶ καὶ ἐκ Πύλου εἰλήλουθας.
  43. ἡ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη πρὸς μακρὸν Ὄλυμπον,
  44. αὐτὰρ ὁ Νεστορίδην ἐξ ἡδέος ὕπνου ἔγειρεν
  45. λὰξ ποδὶ κινήσας, καί μιν πρὸς μῦθον ἔειπεν·
  46. ἔγρεο, Νεστορίδη Πεισίστρατε, μώνυχας ἵππους