Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. πάννυχος, αὐτὰρ ἄη Ζέφυρος μέγας αἰὲν ἔφυδρος.
  2. τοῖς δʼ Ὀδυσεὺς μετέειπε, συβώτεω πειρητίζων,
  3. εἴ πώς οἱ ἐκδὺς χλαῖναν πόροι, ἤ τινʼ ἑταίρων
  4. ἄλλον ἐποτρύνειεν, ἐπεί ἑο κήδετο λίην·
  5. κέκλυθι νῦν, Εὔμαιε καὶ ἄλλοι πάντες ἑταῖροι,
  6. εὐξάμενός τι ἔπος ἐρέω· οἶνος γὰρ ἀνώγει
  7. ἠλεός, ὅς τʼ ἐφέηκε πολύφρονά περ μάλʼ ἀεῖσαι
  8. καί θʼ ἁπαλὸν γελάσαι, καί τʼ ὀρχήσασθαι ἀνῆκε,
  9. καί τι ἔπος προέηκεν ὅ περ τʼ ἄρρητον ἄμεινον.
  10. ἀλλʼ ἐπεὶ οὖν τὸ πρῶτον ἀνέκραγον, οὐκ ἐπικεύσω.
  11. εἴθʼ ὣς ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἴη,
  12. ὡς ὅθʼ ὑπὸ Τροίην λόχον ἤγομεν ἀρτύναντες.
  13. ἡγείσθην δʼ Ὀδυσεύς τε καὶ Ἀτρεΐδης Μενέλαος,
  14. τοῖσι δʼ ἅμα τρίτος ἄρχον ἐγών· αὐτοὶ γὰρ ἄνωγον.
  15. ἀλλʼ ὅτε δή ῥʼ ἱκόμεσθα ποτὶ πτόλιν αἰπύ τε τεῖχος,
  16. ἡμεῖς μὲν περὶ ἄστυ κατὰ ῥωπήϊα πυκνά,
  17. ἂν δόνακας καὶ ἕλος, ὑπὸ τεύχεσι πεπτηῶτες
  18. κείμεθα. νὺξ δʼ ἄρʼ ἐπῆλθε κακὴ Βορέαο πεσόντος,
  19. πηγυλίς· αὐτὰρ ὕπερθε χιὼν γένετʼ ἠΰτε πάχνη,
  20. ψυχρή, καὶ σακέεσσι περιτρέφετο κρύσταλλος.
  21. ἔνθʼ ἄλλοι πάντες χλαίνας ἔχον ἠδὲ χιτῶνας,
  22. εὗδον δʼ εὔκηλοι, σάκεσιν εἰλυμένοι ὤμους·
  23. αὐτὰρ ἐγὼ χλαῖναν μὲν ἰὼν ἑτάροισιν ἔλειπον
  24. ἀφραδίῃς, ἐπεὶ οὐκ ἐφάμην ῥιγωσέμεν ἔμπης,
  25. ἀλλʼ ἑπόμην σάκος οἶον ἔχων καὶ ζῶμα φαεινόν.
  26. ἀλλʼ ὅτε δὴ τρίχα νυκτὸς ἔην, μετὰ δʼ ἄστρα βεβήκει,
  27. καὶ τότʼ ἐγὼν Ὀδυσῆα προσηύδων ἐγγὺς ἐόντα
  28. ἀγκῶνι νύξας· ὁ δʼ ἄρʼ ἐμμαπέως ὑπάκουσε·
  29. διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,
  30. οὔ τοι ἔτι ζωοῖσι μετέσσομαι, ἀλλά με χεῖμα
  31. δάμναται· οὐ γὰρ ἔχω χλαῖναν· παρά μʼ ἤπαφε δαίμων
  32. οἰοχίτωνʼ ἔμεναι· νῦν δʼ οὐκέτι φυκτὰ πέλονται.
  33. ὣς ἐφάμην, ὁ δʼ ἔπειτα νόον σχέθε τόνδʼ ἐνὶ θυμῷ,
  34. οἷος κεῖνος ἔην βουλευέμεν ἠδὲ μάχεσθαι·
  35. φθεγξάμενος δʼ ὀλίγῃ ὀπί με πρὸς μῦθον ἔειπε·
  36. σίγα νῦν, μή τίς σευ Ἀχαιῶν ἄλλος ἀκούσῃ.
  37. ἦ καὶ ἐπʼ ἀγκῶνος κεφαλὴν σχέθεν εἶπέ τε μῦθον·
  38. κλῦτε, φίλοι· θεῖός μοι ἐνύπνιον ἦλθεν ὄνειρος.