Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
  2. σῖτον μέν σφιν ἀφεῖλε Μεσαύλιος, οἱ δʼ ἐπὶ κοῖτον
  3. σίτου καὶ κρειῶν κεκορημένοι ἐσσεύοντο.
  4. νὺξ δʼ ἄρʼ ἐπῆλθε κακὴ σκοτομήνιος, ὗε δʼ ἄρα Ζεὺς
  5. πάννυχος, αὐτὰρ ἄη Ζέφυρος μέγας αἰὲν ἔφυδρος.
  6. τοῖς δʼ Ὀδυσεὺς μετέειπε, συβώτεω πειρητίζων,
  7. εἴ πώς οἱ ἐκδὺς χλαῖναν πόροι, ἤ τινʼ ἑταίρων
  8. ἄλλον ἐποτρύνειεν, ἐπεί ἑο κήδετο λίην·
  9. κέκλυθι νῦν, Εὔμαιε καὶ ἄλλοι πάντες ἑταῖροι,
  10. εὐξάμενός τι ἔπος ἐρέω· οἶνος γὰρ ἀνώγει
  11. ἠλεός, ὅς τʼ ἐφέηκε πολύφρονά περ μάλʼ ἀεῖσαι