Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἀλλʼ ἕπεο, κλισίηνδʼ ἴομεν, γέρον, ὄφρα καὶ αὐτός,
  2. σίτου καὶ οἴνοιο κορεσσάμενος κατὰ θυμόν,
  3. εἴπῃς ὁππόθεν ἐσσὶ καὶ ὁππόσα κήδεʼ ἀνέτλης.
  4. ὣς εἰπὼν κλισίηνδʼ ἡγήσατο δῖος ὑφορβός,
  5. εἷσεν δʼ εἰσαγαγών, ῥῶπας δʼ ὑπέχευε δασείας,
  6. ἐστόρεσεν δʼ ἐπὶ δέρμα ἰονθάδος ἀγρίου αἰγός,
  7. αὐτοῦ ἐνεύναιον, μέγα καὶ δασύ. χαῖρε δʼ Ὀδυσσεὺς
  8. ὅττι μιν ὣς ὑπέδεκτο, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
  9. Ζεύς τοι δοίη, ξεῖνε, καὶ ἀθάνατοι θεοὶ ἄλλοι
  10. ὅττι μάλιστʼ ἐθέλεις, ὅτι με πρόφρων ὑπέδεξο.
  11. τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·