Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. οἷα πάρεστι· θεὸς δὲ τὸ μὲν δώσει, τὸ δʼ ἐάσει,
  2. ὅττι κεν ᾧ θυμῷ ἐθέλῃ· δύναται γὰρ ἅπαντα.
  3. ἦ ῥα καὶ ἄργματα θῦσε θεοῖς αἰειγενέτῃσι,
  4. σπείσας δʼ αἴθοπα οἶνον Ὀδυσσῆϊ πτολιπόρθῳ
  5. ἐν χείρεσσιν ἔθηκεν· ὁ δʼ ἕζετο ᾗ παρὰ μοίρῃ.
  6. σῖτον δέ σφιν ἔνειμε Μεσαύλιος, ὅν ῥα συβώτης
  7. αὐτὸς κτήσατο οἶος ἀποιχομένοιο ἄνακτος,
  8. νόσφιν δεσποίνης καὶ Λαέρταο γέροντος·