Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἀργιόδοντος ὑός, κύδαινε δὲ θυμὸν ἄνακτος·
  2. καί μιν φωνήσας προσέφη πολύμητις Ὀδυσσεύς·
  3. αἴθʼ οὕτως, Εὔμαιε, φίλος Διὶ πατρὶ γένοιο
  4. ὡς ἐμοί, ὅττι τε τοῖον ἐόντʼ ἀγαθοῖσι γεραίρεις.
  5. τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
  6. ἔσθιε, δαιμόνιε ξείνων, καὶ τέρπεο τοῖσδε,
  7. οἷα πάρεστι· θεὸς δὲ τὸ μὲν δώσει, τὸ δʼ ἐάσει,
  8. ὅττι κεν ᾧ θυμῷ ἐθέλῃ· δύναται γὰρ ἅπαντα.
  9. ἦ ῥα καὶ ἄργματα θῦσε θεοῖς αἰειγενέτῃσι,
  10. σπείσας δʼ αἴθοπα οἶνον Ὀδυσσῆϊ πτολιπόρθῳ
  11. ἐν χείρεσσιν ἔθηκεν· ὁ δʼ ἕζετο ᾗ παρὰ μοίρῃ.
  12. σῖτον δέ σφιν ἔνειμε Μεσαύλιος, ὅν ῥα συβώτης
  13. αὐτὸς κτήσατο οἶος ἀποιχομένοιο ἄνακτος,