Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὤπτησάν τε περιφραδέως ἐρύσαντό τε πάντα,
  2. βάλλον δʼ εἰν ἐλεοῖσιν ἀολλέα· ἂν δὲ συβώτης
  3. ἵστατο δαιτρεύσων· περὶ γὰρ φρεσὶν αἴσιμα ᾔδη.
  4. καὶ τὰ μὲν ἕπταχα πάντα διεμοιρᾶτο δαΐζων·
  5. τὴν μὲν ἴαν νύμφῃσι καὶ Ἑρμῇ, Μαιάδος υἱεῖ,
  6. θῆκεν ἐπευξάμενος, τὰς δʼ ἄλλας νεῖμεν ἑκάστῳ·
  7. νώτοισιν δʼ Ὀδυσῆα διηνεκέεσσι γέραιρεν
  8. ἀργιόδοντος ὑός, κύδαινε δὲ θυμὸν ἄνακτος·