Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. λήθετʼ ἄρʼ ἀθανάτων· φρεσὶ γὰρ κέχρητʼ ἀγαθῇσιν·
  2. ἀλλʼ ὅγʼ ἀπαρχόμενος κεφαλῆς τρίχας ἐν πυρὶ βάλλεν
  3. ἀργιόδοντος ὑός, καὶ ἐπεύχετο πᾶσι θεοῖσιν
  4. νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε.
  5. κόψε δʼ ἀνασχόμενος σχίζῃ δρυός, ἣν λίπε κείων·
  6. τὸν δʼ ἔλιπε ψυχή. τοὶ δʼ ἔσφαξάν τε καὶ εὗσαν·
  7. αἶψα δέ μιν διέχευαν· ὁ δʼ ὠμοθετεῖτο συβώτης,
  8. πάντων ἀρχόμενος μελέων, ἐς πίονα δημόν,
  9. καὶ τὰ μὲν ἐν πυρὶ βάλλε, παλύνας ἀλφίτου ἀκτῇ,
  10. μίστυλλόν τʼ ἄρα τἆλλα καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειραν,
  11. ὤπτησάν τε περιφραδέως ἐρύσαντό τε πάντα,