Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. δὴν ἔχομεν πάσχοντες ὑῶν ἕνεκʼ ἀργιοδόντων·
  2. ἄλλοι δʼ ἡμέτερον κάματον νήποινον ἔδουσιν.
  3. ὣς ἄρα φωνήσας κέασε ξύλα νηλέϊ χαλκῷ,
  4. οἱ δʼ ὗν εἰσῆγον μάλα πίονα πενταέτηρον.
  5. τὸν μὲν ἔπειτʼ ἔστησαν ἐπʼ ἐσχάρῃ· οὐδὲ συβώτης
  6. λήθετʼ ἄρʼ ἀθανάτων· φρεσὶ γὰρ κέχρητʼ ἀγαθῇσιν·
  7. ἀλλʼ ὅγʼ ἀπαρχόμενος κεφαλῆς τρίχας ἐν πυρὶ βάλλεν
  8. ἀργιόδοντος ὑός, καὶ ἐπεύχετο πᾶσι θεοῖσιν
  9. νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε.
  10. κόψε δʼ ἀνασχόμενος σχίζῃ δρυός, ἣν λίπε κείων·
  11. τὸν δʼ ἔλιπε ψυχή. τοὶ δʼ ἔσφαξάν τε καὶ εὗσαν·
  12. αἶψα δέ μιν διέχευαν· ὁ δʼ ὠμοθετεῖτο συβώτης,
  13. πάντων ἀρχόμενος μελέων, ἐς πίονα δημόν,
  14. καὶ τὰ μὲν ἐν πυρὶ βάλλε, παλύνας ἀλφίτου ἀκτῇ,
  15. μίστυλλόν τʼ ἄρα τἆλλα καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειραν,
  16. ὤπτησάν τε περιφραδέως ἐρύσαντό τε πάντα,
  17. βάλλον δʼ εἰν ἐλεοῖσιν ἀολλέα· ἂν δὲ συβώτης
  18. ἵστατο δαιτρεύσων· περὶ γὰρ φρεσὶν αἴσιμα ᾔδη.
  19. καὶ τὰ μὲν ἕπταχα πάντα διεμοιρᾶτο δαΐζων·
  20. τὴν μὲν ἴαν νύμφῃσι καὶ Ἑρμῇ, Μαιάδος υἱεῖ,
  21. θῆκεν ἐπευξάμενος, τὰς δʼ ἄλλας νεῖμεν ἑκάστῳ·
  22. νώτοισιν δʼ Ὀδυσῆα διηνεκέεσσι γέραιρεν
  23. ἀργιόδοντος ὑός, κύδαινε δὲ θυμὸν ἄνακτος·
  24. καί μιν φωνήσας προσέφη πολύμητις Ὀδυσσεύς·
  25. αἴθʼ οὕτως, Εὔμαιε, φίλος Διὶ πατρὶ γένοιο
  26. ὡς ἐμοί, ὅττι τε τοῖον ἐόντʼ ἀγαθοῖσι γεραίρεις.
  27. τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
  28. ἔσθιε, δαιμόνιε ξείνων, καὶ τέρπεο τοῖσδε,
  29. οἷα πάρεστι· θεὸς δὲ τὸ μὲν δώσει, τὸ δʼ ἐάσει,