Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τηλεδαπῷ· πρὸς δʼ αὐτοὶ ὀνησόμεθʼ, οἵ περ ὀϊζὺν
  2. δὴν ἔχομεν πάσχοντες ὑῶν ἕνεκʼ ἀργιοδόντων·
  3. ἄλλοι δʼ ἡμέτερον κάματον νήποινον ἔδουσιν.
  4. ὣς ἄρα φωνήσας κέασε ξύλα νηλέϊ χαλκῷ,
  5. οἱ δʼ ὗν εἰσῆγον μάλα πίονα πενταέτηρον.
  6. τὸν μὲν ἔπειτʼ ἔστησαν ἐπʼ ἐσχάρῃ· οὐδὲ συβώτης
  7. λήθετʼ ἄρʼ ἀθανάτων· φρεσὶ γὰρ κέχρητʼ ἀγαθῇσιν·
  8. ἀλλʼ ὅγʼ ἀπαρχόμενος κεφαλῆς τρίχας ἐν πυρὶ βάλλεν
  9. ἀργιόδοντος ὑός, καὶ ἐπεύχετο πᾶσι θεοῖσιν
  10. νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε.
  11. κόψε δʼ ἀνασχόμενος σχίζῃ δρυός, ἣν λίπε κείων·
  12. τὸν δʼ ἔλιπε ψυχή. τοὶ δʼ ἔσφαξάν τε καὶ εὗσαν·
  13. αἶψα δέ μιν διέχευαν· ὁ δʼ ὠμοθετεῖτο συβώτης,
  14. πάντων ἀρχόμενος μελέων, ἐς πίονα δημόν,
  15. καὶ τὰ μὲν ἐν πυρὶ βάλλε, παλύνας ἀλφίτου ἀκτῇ,
  16. μίστυλλόν τʼ ἄρα τἆλλα καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειραν,
  17. ὤπτησάν τε περιφραδέως ἐρύσαντό τε πάντα,
  18. βάλλον δʼ εἰν ἐλεοῖσιν ἀολλέα· ἂν δὲ συβώτης
  19. ἵστατο δαιτρεύσων· περὶ γὰρ φρεσὶν αἴσιμα ᾔδη.
  20. καὶ τὰ μὲν ἕπταχα πάντα διεμοιρᾶτο δαΐζων·
  21. τὴν μὲν ἴαν νύμφῃσι καὶ Ἑρμῇ, Μαιάδος υἱεῖ,
  22. θῆκεν ἐπευξάμενος, τὰς δʼ ἄλλας νεῖμεν ἑκάστῳ·
  23. νώτοισιν δʼ Ὀδυσῆα διηνεκέεσσι γέραιρεν
  24. ἀργιόδοντος ὑός, κύδαινε δὲ θυμὸν ἄνακτος·
  25. καί μιν φωνήσας προσέφη πολύμητις Ὀδυσσεύς·
  26. αἴθʼ οὕτως, Εὔμαιε, φίλος Διὶ πατρὶ γένοιο
  27. ὡς ἐμοί, ὅττι τε τοῖον ἐόντʼ ἀγαθοῖσι γεραίρεις.
  28. τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
  29. ἔσθιε, δαιμόνιε ξείνων, καὶ τέρπεο τοῖσδε,
  30. οἷα πάρεστι· θεὸς δὲ τὸ μὲν δώσει, τὸ δʼ ἐάσει,
  31. ὅττι κεν ᾧ θυμῷ ἐθέλῃ· δύναται γὰρ ἅπαντα.
  32. ἦ ῥα καὶ ἄργματα θῦσε θεοῖς αἰειγενέτῃσι,
  33. σπείσας δʼ αἴθοπα οἶνον Ὀδυσσῆϊ πτολιπόρθῳ
  34. ἐν χείρεσσιν ἔθηκεν· ὁ δʼ ἕζετο ᾗ παρὰ μοίρῃ.
  35. σῖτον δέ σφιν ἔνειμε Μεσαύλιος, ὅν ῥα συβώτης
  36. αὐτὸς κτήσατο οἶος ἀποιχομένοιο ἄνακτος,
  37. νόσφιν δεσποίνης καὶ Λαέρταο γέροντος·
  38. πὰρ δʼ ἄρα μιν Ταφίων πρίατο κτεάτεσσιν ἑοῖσιν.
  39. οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
  40. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
  41. σῖτον μέν σφιν ἀφεῖλε Μεσαύλιος, οἱ δʼ ἐπὶ κοῖτον
  42. σίτου καὶ κρειῶν κεκορημένοι ἐσσεύοντο.
  43. νὺξ δʼ ἄρʼ ἐπῆλθε κακὴ σκοτομήνιος, ὗε δʼ ἄρα Ζεὺς
  44. πάννυχος, αὐτὰρ ἄη Ζέφυρος μέγας αἰὲν ἔφυδρος.
  45. τοῖς δʼ Ὀδυσεὺς μετέειπε, συβώτεω πειρητίζων,
  46. εἴ πώς οἱ ἐκδὺς χλαῖναν πόροι, ἤ τινʼ ἑταίρων
  47. ἄλλον ἐποτρύνειεν, ἐπεί ἑο κήδετο λίην·
  48. κέκλυθι νῦν, Εὔμαιε καὶ ἄλλοι πάντες ἑταῖροι,
  49. εὐξάμενός τι ἔπος ἐρέω· οἶνος γὰρ ἀνώγει
  50. ἠλεός, ὅς τʼ ἐφέηκε πολύφρονά περ μάλʼ ἀεῖσαι
  51. καί θʼ ἁπαλὸν γελάσαι, καί τʼ ὀρχήσασθαι ἀνῆκε,
  52. καί τι ἔπος προέηκεν ὅ περ τʼ ἄρρητον ἄμεινον.
  53. ἀλλʼ ἐπεὶ οὖν τὸ πρῶτον ἀνέκραγον, οὐκ ἐπικεύσω.
  54. εἴθʼ ὣς ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἴη,
  55. ὡς ὅθʼ ὑπὸ Τροίην λόχον ἤγομεν ἀρτύναντες.
  56. ἡγείσθην δʼ Ὀδυσεύς τε καὶ Ἀτρεΐδης Μενέλαος,
  57. τοῖσι δʼ ἅμα τρίτος ἄρχον ἐγών· αὐτοὶ γὰρ ἄνωγον.
  58. ἀλλʼ ὅτε δή ῥʼ ἱκόμεσθα ποτὶ πτόλιν αἰπύ τε τεῖχος,
  59. ἡμεῖς μὲν περὶ ἄστυ κατὰ ῥωπήϊα πυκνά,
  60. ἂν δόνακας καὶ ἕλος, ὑπὸ τεύχεσι πεπτηῶτες
  61. κείμεθα. νὺξ δʼ ἄρʼ ἐπῆλθε κακὴ Βορέαο πεσόντος,
  62. πηγυλίς· αὐτὰρ ὕπερθε χιὼν γένετʼ ἠΰτε πάχνη,
  63. ψυχρή, καὶ σακέεσσι περιτρέφετο κρύσταλλος.
  64. ἔνθʼ ἄλλοι πάντες χλαίνας ἔχον ἠδὲ χιτῶνας,
  65. εὗδον δʼ εὔκηλοι, σάκεσιν εἰλυμένοι ὤμους·
  66. αὐτὰρ ἐγὼ χλαῖναν μὲν ἰὼν ἑτάροισιν ἔλειπον