Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. κλαγγὴ δʼ ἄσπετος ὦρτο συῶν αὐλιζομενάων
  2. αὐτὰρ ὁ οἷς ἑτάροισιν ἐκέκλετο δῖος ὑφορβός·
  3. ἄξεθʼ ὑῶν τὸν ἄριστον, ἵνα ξείνῳ ἱερεύσω
  4. τηλεδαπῷ· πρὸς δʼ αὐτοὶ ὀνησόμεθʼ, οἵ περ ὀϊζὺν
  5. δὴν ἔχομεν πάσχοντες ὑῶν ἕνεκʼ ἀργιοδόντων·
  6. ἄλλοι δʼ ἡμέτερον κάματον νήποινον ἔδουσιν.
  7. ὣς ἄρα φωνήσας κέασε ξύλα νηλέϊ χαλκῷ,
  8. οἱ δʼ ὗν εἰσῆγον μάλα πίονα πενταέτηρον.