Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. δμῶας ἐπισσεύας βαλέειν μεγάλης κατὰ πέτρης,
  2. ὄφρα καὶ ἄλλος πτωχὸς ἀλεύεται ἠπεροπεύειν.
  3. τὸν δʼ ἀπαμειβόμενος προσεφώνεε δῖος ὑφορβός·
  4. ξεῖνʼ, οὕτω γάρ κέν μοι ἐϋκλείη τʼ ἀρετή τε
  5. εἴη ἐπʼ ἀνθρώπους ἅμα τʼ αὐτίκα καὶ μετέπειτα,
  6. ὅς σʼ ἐπεὶ ἐς κλισίην ἄγαγον καὶ ξείνια δῶκα,
  7. αὖτις δὲ κτείναιμι φίλον τʼ ἀπὸ θυμὸν ἑλοίμην·
  8. πρόφρων κεν δὴ ἔπειτα Δία Κρονίωνα λιτοίμην.
  9. νῦν δʼ ὥρη δόρποιο· τάχιστά μοι ἔνδον ἑταῖροι
  10. εἶεν, ἵνʼ ἐν κλισίῃ λαρὸν τετυκοίμεθα δόρπον.
  11. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
  12. ἀγχίμολον δὲ σύες τε καὶ ἀνέρες ἦλθον ὑφορβοί.
  13. τὰς μὲν ἄρα ἔρξαν κατὰ ἤθεα κοιμηθῆναι,
  14. κλαγγὴ δʼ ἄσπετος ὦρτο συῶν αὐλιζομενάων