Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἐξαπίνης, καί κέν μοι ἐλεγχείην κατέχευας.
  2. καὶ δέ μοι ἄλλα θεοὶ δόσαν ἄλγεά τε στοναχάς τε·
  3. ἀντιθέου γὰρ ἄνακτος ὀδυρόμενος καὶ ἀχεύων
  4. ἧμαι, ἄλλοισιν δὲ σύας σιάλους ἀτιτάλλω
  5. ἔδμεναι· αὐτὰρ κεῖνος ἐελδόμενός που ἐδωδῆς
  6. πλάζετʼ ἐπʼ ἀλλοθρόων ἀνδρῶν δῆμόν τε πόλιν τε,
  7. εἴ που ἔτι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο.
  8. ἀλλʼ ἕπεο, κλισίηνδʼ ἴομεν, γέρον, ὄφρα καὶ αὐτός,
  9. σίτου καὶ οἴνοιο κορεσσάμενος κατὰ θυμόν,
  10. εἴπῃς ὁππόθεν ἐσσὶ καὶ ὁππόσα κήδεʼ ἀνέτλης.
  11. ὣς εἰπὼν κλισίηνδʼ ἡγήσατο δῖος ὑφορβός,
  12. εἷσεν δʼ εἰσαγαγών, ῥῶπας δʼ ὑπέχευε δασείας,
  13. ἐστόρεσεν δʼ ἐπὶ δέρμα ἰονθάδος ἀγρίου αἰγός,
  14. αὐτοῦ ἐνεύναιον, μέγα καὶ δασύ. χαῖρε δʼ Ὀδυσσεὺς