Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • ἐξαπίνης, καί κέν μοι ἐλεγχείην κατέχευας.
  • καὶ δέ μοι ἄλλα θεοὶ δόσαν ἄλγεά τε στοναχάς τε·
  • ἀντιθέου γὰρ ἄνακτος ὀδυρόμενος καὶ ἀχεύων
  • ἧμαι, ἄλλοισιν δὲ σύας σιάλους ἀτιτάλλω
  • ἔδμεναι· αὐτὰρ κεῖνος ἐελδόμενός που ἐδωδῆς
  • πλάζετʼ ἐπʼ ἀλλοθρόων ἀνδρῶν δῆμόν τε πόλιν τε,
  • εἴ που ἔτι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο.
  • ἀλλʼ ἕπεο, κλισίηνδʼ ἴομεν, γέρον, ὄφρα καὶ αὐτός,