Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἔρχομαι, εἰ μή πού τι περίφρων Πηνελόπεια
  2. ἐλθέμεν ὀτρύνῃσιν, ὅτʼ ἀγγελίη ποθὲν ἔλθῃ.
  3. ἀλλʼ οἱ μὲν τὰ ἕκαστα παρήμενοι ἐξερέουσιν,
  4. ἠμὲν οἳ ἄχνυνται δὴν οἰχομένοιο ἄνακτος,
  5. ἠδʼ οἳ χαίρουσιν βίοτον νήποινον ἔδοντες·
  6. ἀλλʼ ἐμοὶ οὐ φίλον ἐστὶ μεταλλῆσαι καὶ ἐρέσθαι,
  7. ἐξ οὗ δή μʼ Αἰτωλὸς ἀνὴρ ἐξήπαφε μύθῳ,
  8. ὅς ῥʼ ἄνδρα κτείνας, πολλὴν ἐπὶ γαῖαν ἀληθείς,
  9. ἦλθεν ἐμὰ πρὸς δώματʼ· ἐγὼ δέ μιν ἀμφαγάπαζον.
  10. φῆ δέ μιν ἐν Κρήτεσσι παρʼ Ἰδομενῆϊ ἰδέσθαι
  11. νῆας ἀκειόμενον, τάς οἱ ξυνέαξαν ἄελλαι·
  12. καὶ φάτʼ ἐλεύσεσθαι ἢ ἐς θέρος ἢ ἐς ὀπώρην,
  13. πολλὰ χρήματʼ ἄγοντα, σὺν ἀντιθέοις ἑτάροισι.
  14. καὶ σύ, γέρον πολυπενθές, ἐπεί σέ μοι ἤγαγε δαίμων,
  15. μήτε τί μοι ψεύδεσσι χαρίζεο μήτε τι θέλγε·
  16. οὐ γὰρ τοὔνεκʼ ἐγώ σʼ αἰδέσσομαι οὐδὲ φιλήσω,
  17. ἀλλὰ Δία ξένιον δείσας αὐτόν τʼ ἐλεαίρων.
  18. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς
  19. ἦ μάλα τίς τοι θυμὸς ἐνὶ στήθεσσιν ἄπιστος,
  20. οἷόν σʼ οὐδʼ ὀμόσας περ ἐπήγαγον οὐδέ σε πείθω.
  21. ἀλλʼ ἄγε νῦν ῥήτρην ποιησόμεθʼ· αὐτὰρ ὄπισθε
  22. μάρτυροι ἀμφοτέροισι θεοί, τοὶ Ὄλυμπον ἔχουσιν.
  23. εἰ μέν κεν νοστήσῃ ἄναξ τεὸς ἐς τόδε δῶμα,
  24. ἕσσας με χλαῖνάν τε χιτῶνά τε εἵματα πέμψαι
  25. Δουλίχιόνδʼ ἰέναι, ὅθι μοι φίλον ἔπλετο θυμῷ·
  26. εἰ δέ κε μὴ ἔλθῃσιν ἄναξ τεὸς ὡς ἀγορεύω,
  27. δμῶας ἐπισσεύας βαλέειν μεγάλης κατὰ πέτρης,
  28. ὄφρα καὶ ἄλλος πτωχὸς ἀλεύεται ἠπεροπεύειν.
  29. τὸν δʼ ἀπαμειβόμενος προσεφώνεε δῖος ὑφορβός·
  30. ξεῖνʼ, οὕτω γάρ κέν μοι ἐϋκλείη τʼ ἀρετή τε
  31. εἴη ἐπʼ ἀνθρώπους ἅμα τʼ αὐτίκα καὶ μετέπειτα,
  32. ὅς σʼ ἐπεὶ ἐς κλισίην ἄγαγον καὶ ξείνια δῶκα,
  33. αὖτις δὲ κτείναιμι φίλον τʼ ἀπὸ θυμὸν ἑλοίμην·
  34. πρόφρων κεν δὴ ἔπειτα Δία Κρονίωνα λιτοίμην.