Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • τῷ κέν οἱ τύμβον μὲν ἐποίησαν Παναχαιοί,
  • ἠδέ κε καὶ ᾧ παιδὶ μέγα κλέος ἤρατʼ ὀπίσσω
  • νῦν δέ μιν ἀκλειῶς ἅρπυιαι ἀνηρείψαντο.
  • αὐτὰρ ἐγὼ παρʼ ὕεσσιν ἀπότροπος· οὐδὲ πόλινδε
  • ἔρχομαι, εἰ μή πού τι περίφρων Πηνελόπεια
  • ἐλθέμεν ὀτρύνῃσιν, ὅτʼ ἀγγελίη ποθὲν ἔλθῃ.
  • ἀλλʼ οἱ μὲν τὰ ἕκαστα παρήμενοι ἐξερέουσιν,
  • ἠμὲν οἳ ἄχνυνται δὴν οἰχομένοιο ἄνακτος,
  • ἠδʼ οἳ χαίρουσιν βίοτον νήποινον ἔδοντες·
  • ἀλλʼ ἐμοὶ οὐ φίλον ἐστὶ μεταλλῆσαι καὶ ἐρέσθαι,
  • ἐξ οὗ δή μʼ Αἰτωλὸς ἀνὴρ ἐξήπαφε μύθῳ,