εἰπὼν ἀμφʼ Ὀδυσῆϊ· τί σε χρὴ τοῖον ἐόνταμαψιδίως ψεύδεσθαι; ἐγὼ δʼ εὖ οἶδα καὶ αὐτὸςνόστον ἐμοῖο ἄνακτος, ὅ τʼ ἤχθετο πᾶσι θεοῖσιπάγχυ μάλʼ, ὅττι μιν οὔ τι μετὰ Τρώεσσι δάμασσανἠὲ φίλων ἐν χερσίν, ἐπεὶ πόλεμον τολύπευσε.τῷ κέν οἱ τύμβον μὲν ἐποίησαν Παναχαιοί,ἠδέ κε καὶ ᾧ παιδὶ μέγα κλέος ἤρατʼ ὀπίσσωνῦν δέ μιν ἀκλειῶς ἅρπυιαι ἀνηρείψαντο.αὐτὰρ ἐγὼ παρʼ ὕεσσιν ἀπότροπος· οὐδὲ πόλινδεἔρχομαι, εἰ μή πού τι περίφρων Πηνελόπειαἐλθέμεν ὀτρύνῃσιν, ὅτʼ ἀγγελίη ποθὲν ἔλθῃ.ἀλλʼ οἱ μὲν τὰ ἕκαστα παρήμενοι ἐξερέουσιν,ἠμὲν οἳ ἄχνυνται δὴν οἰχομένοιο ἄνακτος,ἠδʼ οἳ χαίρουσιν βίοτον νήποινον ἔδοντες·ἀλλʼ ἐμοὶ οὐ φίλον ἐστὶ μεταλλῆσαι καὶ ἐρέσθαι,ἐξ οὗ δή μʼ Αἰτωλὸς ἀνὴρ ἐξήπαφε μύθῳ,ὅς ῥʼ ἄνδρα κτείνας, πολλὴν ἐπὶ γαῖαν ἀληθείς,ἦλθεν ἐμὰ πρὸς δώματʼ· ἐγὼ δέ μιν ἀμφαγάπαζον.φῆ δέ μιν ἐν Κρήτεσσι παρʼ Ἰδομενῆϊ ἰδέσθαινῆας ἀκειόμενον, τάς οἱ ξυνέαξαν ἄελλαι·καὶ φάτʼ ἐλεύσεσθαι ἢ ἐς θέρος ἢ ἐς ὀπώρην,πολλὰ χρήματʼ ἄγοντα, σὺν ἀντιθέοις ἑτάροισι.