Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. κείμην πεπτηώς. οἱ δὲ μεγάλα στενάχοντες
  2. φοίτων· ἀλλʼ οὐ γάρ σφιν ἐφαίνετο κέρδιον εἶναι
  3. μαίεσθαι προτέρω, τοὶ μὲν πάλιν αὖτις ἔβαινον
  4. νηὸς ἔπι γλαφυρῆς· ἐμὲ δʼ ἔκρυψαν θεοὶ αὐτοὶ
  5. ῥηϊδίως, καί με σταθμῷ ἐπέλασσαν ἄγοντες
  6. ἀνδρὸς ἐπισταμένου· ἔτι γάρ νύ μοι αἶσα βιῶναι.
  7. τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
  8. ἆ δειλὲ ξείνων, ἦ μοι μάλα θυμὸν ὄρινας
  9. ταῦτα ἕκαστα λέγων, ὅσα δὴ πάθες ἠδʼ ὅσʼ ἀλήθης.
  10. ἀλλὰ τά γʼ οὐ κατὰ κόσμον ὀΐομαι, οὐδέ με πείσεις
  11. εἰπὼν ἀμφʼ Ὀδυσῆϊ· τί σε χρὴ τοῖον ἐόντα
  12. μαψιδίως ψεύδεσθαι; ἐγὼ δʼ εὖ οἶδα καὶ αὐτὸς
  13. νόστον ἐμοῖο ἄνακτος, ὅ τʼ ἤχθετο πᾶσι θεοῖσι
  14. πάγχυ μάλʼ, ὅττι μιν οὔ τι μετὰ Τρώεσσι δάμασσαν
  15. ἠὲ φίλων ἐν χερσίν, ἐπεὶ πόλεμον τολύπευσε.
  16. τῷ κέν οἱ τύμβον μὲν ἐποίησαν Παναχαιοί,
  17. ἠδέ κε καὶ ᾧ παιδὶ μέγα κλέος ἤρατʼ ὀπίσσω
  18. νῦν δέ μιν ἀκλειῶς ἅρπυιαι ἀνηρείψαντο.
  19. αὐτὰρ ἐγὼ παρʼ ὕεσσιν ἀπότροπος· οὐδὲ πόλινδε
  20. ἔρχομαι, εἰ μή πού τι περίφρων Πηνελόπεια
  21. ἐλθέμεν ὀτρύνῃσιν, ὅτʼ ἀγγελίη ποθὲν ἔλθῃ.
  22. ἀλλʼ οἱ μὲν τὰ ἕκαστα παρήμενοι ἐξερέουσιν,
  23. ἠμὲν οἳ ἄχνυνται δὴν οἰχομένοιο ἄνακτος,
  24. ἠδʼ οἳ χαίρουσιν βίοτον νήποινον ἔδοντες·
  25. ἀλλʼ ἐμοὶ οὐ φίλον ἐστὶ μεταλλῆσαι καὶ ἐρέσθαι,
  26. ἐξ οὗ δή μʼ Αἰτωλὸς ἀνὴρ ἐξήπαφε μύθῳ,
  27. ὅς ῥʼ ἄνδρα κτείνας, πολλὴν ἐπὶ γαῖαν ἀληθείς,
  28. ἦλθεν ἐμὰ πρὸς δώματʼ· ἐγὼ δέ μιν ἀμφαγάπαζον.
  29. φῆ δέ μιν ἐν Κρήτεσσι παρʼ Ἰδομενῆϊ ἰδέσθαι
  30. νῆας ἀκειόμενον, τάς οἱ ξυνέαξαν ἄελλαι·
  31. καὶ φάτʼ ἐλεύσεσθαι ἢ ἐς θέρος ἢ ἐς ὀπώρην,
  32. πολλὰ χρήματʼ ἄγοντα, σὺν ἀντιθέοις ἑτάροισι.
  33. καὶ σύ, γέρον πολυπενθές, ἐπεί σέ μοι ἤγαγε δαίμων,
  34. μήτε τί μοι ψεύδεσσι χαρίζεο μήτε τι θέλγε·
  35. οὐ γὰρ τοὔνεκʼ ἐγώ σʼ αἰδέσσομαι οὐδὲ φιλήσω,
  36. ἀλλὰ Δία ξένιον δείσας αὐτόν τʼ ἐλεαίρων.
  37. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς
  38. ἦ μάλα τίς τοι θυμὸς ἐνὶ στήθεσσιν ἄπιστος,
  39. οἷόν σʼ οὐδʼ ὀμόσας περ ἐπήγαγον οὐδέ σε πείθω.
  40. ἀλλʼ ἄγε νῦν ῥήτρην ποιησόμεθʼ· αὐτὰρ ὄπισθε
  41. μάρτυροι ἀμφοτέροισι θεοί, τοὶ Ὄλυμπον ἔχουσιν.
  42. εἰ μέν κεν νοστήσῃ ἄναξ τεὸς ἐς τόδε δῶμα,
  43. ἕσσας με χλαῖνάν τε χιτῶνά τε εἵματα πέμψαι
  44. Δουλίχιόνδʼ ἰέναι, ὅθι μοι φίλον ἔπλετο θυμῷ·
  45. εἰ δέ κε μὴ ἔλθῃσιν ἄναξ τεὸς ὡς ἀγορεύω,
  46. δμῶας ἐπισσεύας βαλέειν μεγάλης κατὰ πέτρης,
  47. ὄφρα καὶ ἄλλος πτωχὸς ἀλεύεται ἠπεροπεύειν.
  48. τὸν δʼ ἀπαμειβόμενος προσεφώνεε δῖος ὑφορβός·
  49. ξεῖνʼ, οὕτω γάρ κέν μοι ἐϋκλείη τʼ ἀρετή τε
  50. εἴη ἐπʼ ἀνθρώπους ἅμα τʼ αὐτίκα καὶ μετέπειτα,
  51. ὅς σʼ ἐπεὶ ἐς κλισίην ἄγαγον καὶ ξείνια δῶκα,
  52. αὖτις δὲ κτείναιμι φίλον τʼ ἀπὸ θυμὸν ἑλοίμην·
  53. πρόφρων κεν δὴ ἔπειτα Δία Κρονίωνα λιτοίμην.
  54. νῦν δʼ ὥρη δόρποιο· τάχιστά μοι ἔνδον ἑταῖροι
  55. εἶεν, ἵνʼ ἐν κλισίῃ λαρὸν τετυκοίμεθα δόρπον.
  56. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
  57. ἀγχίμολον δὲ σύες τε καὶ ἀνέρες ἦλθον ὑφορβοί.
  58. τὰς μὲν ἄρα ἔρξαν κατὰ ἤθεα κοιμηθῆναι,
  59. κλαγγὴ δʼ ἄσπετος ὦρτο συῶν αὐλιζομενάων
  60. αὐτὰρ ὁ οἷς ἑτάροισιν ἐκέκλετο δῖος ὑφορβός·
  61. ἄξεθʼ ὑῶν τὸν ἄριστον, ἵνα ξείνῳ ἱερεύσω
  62. τηλεδαπῷ· πρὸς δʼ αὐτοὶ ὀνησόμεθʼ, οἵ περ ὀϊζὺν
  63. δὴν ἔχομεν πάσχοντες ὑῶν ἕνεκʼ ἀργιοδόντων·
  64. ἄλλοι δʼ ἡμέτερον κάματον νήποινον ἔδουσιν.
  65. ὣς ἄρα φωνήσας κέασε ξύλα νηλέϊ χαλκῷ,
  66. οἱ δʼ ὗν εἰσῆγον μάλα πίονα πενταέτηρον.
  67. τὸν μὲν ἔπειτʼ ἔστησαν ἐπʼ ἐσχάρῃ· οὐδὲ συβώτης
  68. λήθετʼ ἄρʼ ἀθανάτων· φρεσὶ γὰρ κέχρητʼ ἀγαθῇσιν·
  69. ἀλλʼ ὅγʼ ἀπαρχόμενος κεφαλῆς τρίχας ἐν πυρὶ βάλλεν
  70. ἀργιόδοντος ὑός, καὶ ἐπεύχετο πᾶσι θεοῖσιν
  71. νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε.
  72. κόψε δʼ ἀνασχόμενος σχίζῃ δρυός, ἣν λίπε κείων·
  73. τὸν δʼ ἔλιπε ψυχή. τοὶ δʼ ἔσφαξάν τε καὶ εὗσαν·
  74. αἶψα δέ μιν διέχευαν· ὁ δʼ ὠμοθετεῖτο συβώτης,
  75. πάντων ἀρχόμενος μελέων, ἐς πίονα δημόν,
  76. καὶ τὰ μὲν ἐν πυρὶ βάλλε, παλύνας ἀλφίτου ἀκτῇ,
  77. μίστυλλόν τʼ ἄρα τἆλλα καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειραν,
  78. ὤπτησάν τε περιφραδέως ἐρύσαντό τε πάντα,
  79. βάλλον δʼ εἰν ἐλεοῖσιν ἀολλέα· ἂν δὲ συβώτης
  80. ἵστατο δαιτρεύσων· περὶ γὰρ φρεσὶν αἴσιμα ᾔδη.
  81. καὶ τὰ μὲν ἕπταχα πάντα διεμοιρᾶτο δαΐζων·
  82. τὴν μὲν ἴαν νύμφῃσι καὶ Ἑρμῇ, Μαιάδος υἱεῖ,
  83. θῆκεν ἐπευξάμενος, τὰς δʼ ἄλλας νεῖμεν ἑκάστῳ·
  84. νώτοισιν δʼ Ὀδυσῆα διηνεκέεσσι γέραιρεν
  85. ἀργιόδοντος ὑός, κύδαινε δὲ θυμὸν ἄνακτος·
  86. καί μιν φωνήσας προσέφη πολύμητις Ὀδυσσεύς·
  87. αἴθʼ οὕτως, Εὔμαιε, φίλος Διὶ πατρὶ γένοιο
  88. ὡς ἐμοί, ὅττι τε τοῖον ἐόντʼ ἀγαθοῖσι γεραίρεις.
  89. τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
  90. ἔσθιε, δαιμόνιε ξείνων, καὶ τέρπεο τοῖσδε,
  91. οἷα πάρεστι· θεὸς δὲ τὸ μὲν δώσει, τὸ δʼ ἐάσει,
  92. ὅττι κεν ᾧ θυμῷ ἐθέλῃ· δύναται γὰρ ἅπαντα.
  93. ἦ ῥα καὶ ἄργματα θῦσε θεοῖς αἰειγενέτῃσι,
  94. σπείσας δʼ αἴθοπα οἶνον Ὀδυσσῆϊ πτολιπόρθῳ
  95. ἐν χείρεσσιν ἔθηκεν· ὁ δʼ ἕζετο ᾗ παρὰ μοίρῃ.
  96. σῖτον δέ σφιν ἔνειμε Μεσαύλιος, ὅν ῥα συβώτης
  97. αὐτὸς κτήσατο οἶος ἀποιχομένοιο ἄνακτος,
  98. νόσφιν δεσποίνης καὶ Λαέρταο γέροντος·
  99. πὰρ δʼ ἄρα μιν Ταφίων πρίατο κτεάτεσσιν ἑοῖσιν.
  100. οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
  101. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
  102. σῖτον μέν σφιν ἀφεῖλε Μεσαύλιος, οἱ δʼ ἐπὶ κοῖτον
  103. σίτου καὶ κρειῶν κεκορημένοι ἐσσεύοντο.
  104. νὺξ δʼ ἄρʼ ἐπῆλθε κακὴ σκοτομήνιος, ὗε δʼ ἄρα Ζεὺς
  105. πάννυχος, αὐτὰρ ἄη Ζέφυρος μέγας αἰὲν ἔφυδρος.
  106. τοῖς δʼ Ὀδυσεὺς μετέειπε, συβώτεω πειρητίζων,
  107. εἴ πώς οἱ ἐκδὺς χλαῖναν πόροι, ἤ τινʼ ἑταίρων
  108. ἄλλον ἐποτρύνειεν, ἐπεί ἑο κήδετο λίην·
  109. κέκλυθι νῦν, Εὔμαιε καὶ ἄλλοι πάντες ἑταῖροι,
  110. εὐξάμενός τι ἔπος ἐρέω· οἶνος γὰρ ἀνώγει
  111. ἠλεός, ὅς τʼ ἐφέηκε πολύφρονά περ μάλʼ ἀεῖσαι
  112. καί θʼ ἁπαλὸν γελάσαι, καί τʼ ὀρχήσασθαι ἀνῆκε,
  113. καί τι ἔπος προέηκεν ὅ περ τʼ ἄρρητον ἄμεινον.
  114. ἀλλʼ ἐπεὶ οὖν τὸ πρῶτον ἀνέκραγον, οὐκ ἐπικεύσω.
  115. εἴθʼ ὣς ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἴη,
  116. ὡς ὅθʼ ὑπὸ Τροίην λόχον ἤγομεν ἀρτύναντες.
  117. ἡγείσθην δʼ Ὀδυσεύς τε καὶ Ἀτρεΐδης Μενέλαος,
  118. τοῖσι δʼ ἅμα τρίτος ἄρχον ἐγών· αὐτοὶ γὰρ ἄνωγον.
  119. ἀλλʼ ὅτε δή ῥʼ ἱκόμεσθα ποτὶ πτόλιν αἰπύ τε τεῖχος,
  120. ἡμεῖς μὲν περὶ ἄστυ κατὰ ῥωπήϊα πυκνά,
  121. ἂν δόνακας καὶ ἕλος, ὑπὸ τεύχεσι πεπτηῶτες
  122. κείμεθα. νὺξ δʼ ἄρʼ ἐπῆλθε κακὴ Βορέαο πεσόντος,
  123. πηγυλίς· αὐτὰρ ὕπερθε χιὼν γένετʼ ἠΰτε πάχνη,
  124. ψυχρή, καὶ σακέεσσι περιτρέφετο κρύσταλλος.
  125. ἔνθʼ ἄλλοι πάντες χλαίνας ἔχον ἠδὲ χιτῶνας,
  126. εὗδον δʼ εὔκηλοι, σάκεσιν εἰλυμένοι ὤμους·
  127. αὐτὰρ ἐγὼ χλαῖναν μὲν ἰὼν ἑτάροισιν ἔλειπον
  128. ἀφραδίῃς, ἐπεὶ οὐκ ἐφάμην ῥιγωσέμεν ἔμπης,
  129. ἀλλʼ ἑπόμην σάκος οἶον ἔχων καὶ ζῶμα φαεινόν.
  130. ἀλλʼ ὅτε δὴ τρίχα νυκτὸς ἔην, μετὰ δʼ ἄστρα βεβήκει,
  131. καὶ τότʼ ἐγὼν Ὀδυσῆα προσηύδων ἐγγὺς ἐόντα
  132. ἀγκῶνι νύξας· ὁ δʼ ἄρʼ ἐμμαπέως ὑπάκουσε·
  133. διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,
  134. οὔ τοι ἔτι ζωοῖσι μετέσσομαι, ἀλλά με χεῖμα
  135. δάμναται· οὐ γὰρ ἔχω χλαῖναν· παρά μʼ ἤπαφε δαίμων
  136. οἰοχίτωνʼ ἔμεναι· νῦν δʼ οὐκέτι φυκτὰ πέλονται.
  137. ὣς ἐφάμην, ὁ δʼ ἔπειτα νόον σχέθε τόνδʼ ἐνὶ θυμῷ,
  138. οἷος κεῖνος ἔην βουλευέμεν ἠδὲ μάχεσθαι·
  139. φθεγξάμενος δʼ ὀλίγῃ ὀπί με πρὸς μῦθον ἔειπε·
  140. σίγα νῦν, μή τίς σευ Ἀχαιῶν ἄλλος ἀκούσῃ.
  141. ἦ καὶ ἐπʼ ἀγκῶνος κεφαλὴν σχέθεν εἶπέ τε μῦθον·
  142. κλῦτε, φίλοι· θεῖός μοι ἐνύπνιον ἦλθεν ὄνειρος.
  143. λίην γὰρ νηῶν ἑκὰς ἤλθομεν· ἀλλά τις εἴη
  144. εἰπεῖν Ἀτρεΐδῃ Ἀγαμέμνονι, ποιμένι λαῶν,
  145. εἰ πλέονας παρὰ ναῦφιν ἐποτρύνειε νέεσθαι.
  146. ὣς ἔφατʼ, ὦρτο δʼ ἔπειτα Θόας, Ἀνδραίμονος υἱός,
  147. καρπαλίμως, ἀπὸ δὲ χλαῖναν θέτο φοινικόεσσαν,
  148. βῆ δὲ θέειν ἐπὶ νῆας· ἐγὼ δʼ ἐνὶ εἵματι κείνου
  149. κείμην ἀσπασίως, φάε δὲ χρυσόθρονος Ἠώς.
  150. ὣς νῦν ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἴη·
  151. δοίη κέν τις χλαῖναν ἐνὶ σταθμοῖσι συφορβῶν,
  152. ἀμφότερον, φιλότητι καὶ αἰδοῖ φωτὸς ἑῆος·
  153. νῦν δέ μʼ ἀτιμάζουσι κακὰ χροῒ εἵματʼ ἔχοντα.
  154. τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
  155. ὦ γέρον, αἶνος μέν τοι ἀμύμων, ὃν κατέλεξας,
  156. οὐδέ τί πω παρὰ μοῖραν ἔπος νηκερδὲς ἔειπες·
  157. τῷ οὔτʼ ἐσθῆτος δευήσεαι οὔτε τευ ἄλλου,
  158. ὧν ἐπέοιχʼ ἱκέτην ταλαπείριον ἀντιάσαντα,
  159. νῦν· ἀτὰρ ἠῶθέν γε τὰ σὰ ῥάκεα δνοπαλίξεις.
  160. οὐ γὰρ πολλαὶ χλαῖναι ἐπημοιβοί τε χιτῶνες
  161. ἐνθάδε ἕννυσθαι, μία δʼ οἴη φωτὶ ἑκάστῳ.
  162. αὐτὰρ ἐπὴν ἔλθῃσιν Ὀδυσσῆος φίλος υἱός,
  163. αὐτός τοι χλαῖνάν τε χιτῶνά τε εἵματα δώσει,
  164. πέμψει δʼ ὅππῃ σε κραδίη θυμός τε κελεύει.
  165. ὣς εἰπὼν ἀνόρουσε, τίθει δʼ ἄρα οἱ πυρὸς ἐγγὺς
  166. εὐνήν, ἐν δʼ ὀΐων τε καὶ αἰγῶν δέρματʼ ἔβαλλεν.
  167. ἔνθʼ Ὀδυσεὺς κατέλεκτʼ· ἐπὶ δὲ χλαῖναν βάλεν αὐτῷ
  168. πυκνὴν καὶ μεγάλην, ἥ οἱ παρεκέσκετʼ ἀμοιβάς,
  169. ἕννυσθαι ὅτε τις χειμὼν ἔκπαγλος ὄροιτο.
  170. ὣς ὁ μὲν ἔνθʼ Ὀδυσεὺς κοιμήσατο, τοὶ δὲ παρʼ αὐτὸν
  171. ἄνδρες κοιμήσαντο νεηνίαι· οὐδὲ συβώτῃ
  172. ἥνδανεν αὐτόθι κοῖτος, ὑῶν ἄπο κοιμηθῆναι,
  173. ἀλλʼ ὅ γʼ ἄρʼ ἔξω ἰὼν ὡπλίζετο· χαῖρε δʼ Ὀδυσσεύς,
  174. ὅττι ῥά οἱ βιότου περικήδετο νόσφιν ἐόντος.
  175. πρῶτον μὲν ξίφος ὀξὺ περὶ στιβαροῖς βάλετʼ ὤμοις,
  176. ἀμφὶ δὲ χλαῖναν ἑέσσατʼ ἀλεξάνεμον, μάλα πυκνήν,
  177. ἂν δὲ νάκην ἕλετʼ αἰγὸς ἐϋτρεφέος μεγάλοιο,
  178. εἵλετο δʼ ὀξὺν ἄκοντα, κυνῶν ἀλκτῆρα καὶ ἀνδρῶν.
  179. βῆ δʼ ἴμεναι κείων ὅθι περ σύες ἀργιόδοντες
  180. πέτρῃ ὕπο γλαφυρῇ εὗδον, Βορέω ὑπʼ ἰωγῇ.
  1. ἡ δʼ εἰς εὐρύχορον Λακεδαίμονα Παλλὰς Ἀθήνη
  2. ᾤχετʼ, Ὀδυσσῆος μεγαθύμου φαίδιμον υἱὸν
  3. νόστου ὑπομνήσουσα καὶ ὀτρυνέουσα νέεσθαι.
  4. εὗρε δὲ Τηλέμαχον καὶ Νέστορος ἀγλαὸν υἱὸν
  5. εὕδοντʼ ἐν προδόμῳ Μενελάου κυδαλίμοιο,
  6. ἦ τοι Νεστορίδην μαλακῷ δεδμημένον ὕπνῳ·
  7. Τηλέμαχον δʼ οὐχ ὕπνος ἔχε γλυκύς, ἀλλʼ ἐνὶ θυμῷ
  8. νύκτα διʼ ἀμβροσίην μελεδήματα πατρὸς ἔγειρεν.
  9. ἀγχοῦ δʼ ἱσταμένη προσέφη γλαυκῶπις Ἀθήνη·
  10. Τηλέμαχʼ, οὐκέτι καλὰ δόμων ἄπο τῆλʼ ἀλάλησαι,
  11. κτήματά τε προλιπὼν ἄνδρας τʼ ἐν σοῖσι δόμοισιν
  12. οὕτω ὑπερφιάλους· μή τοι κατὰ πάντα φάγωσι
  13. κτήματα δασσάμενοι, σὺ δὲ τηϋσίην ὁδὸν ἔλθῃς.
  14. ἀλλʼ ὄτρυνε τάχιστα βοὴν ἀγαθὸν Μενέλαον
  15. πεμπέμεν, ὄφρʼ ἔτι οἴκοι ἀμύμονα μητέρα τέτμῃς.
  16. ἤδη γάρ ῥα πατήρ τε κασίγνητοί τε κέλονται
  17. Εὐρυμάχῳ γήμασθαι· ὁ γὰρ περιβάλλει ἅπαντας
  18. μνηστῆρας δώροισι καὶ ἐξώφελλεν ἔεδνα·
  19. μή νύ τι σεῦ ἀέκητι δόμων ἐκ κτῆμα φέρηται.
  20. οἶσθα γὰρ οἷος θυμὸς ἐνὶ στήθεσσι γυναικός·
  21. κείνου βούλεται οἶκον ὀφέλλειν ὅς κεν ὀπυίῃ,
  22. παίδων δὲ προτέρων καὶ κουριδίοιο φίλοιο
  23. οὐκέτι μέμνηται τεθνηκότος οὐδὲ μεταλλᾷ.
  24. ἀλλὰ σύ γʼ ἐλθὼν αὐτὸς ἐπιτρέψειας ἕκαστα
  25. δμῳάων ἥ τίς τοι ἀρίστη φαίνεται εἶναι,
  26. εἰς ὅ κέ τοι φήνωσι θεοὶ κυδρὴν παράκοιτιν.