Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ξεστὸν ἐφόλκαιον καταβὰς ἐπέλασσα θαλάσσῃ
  2. στῆθος, ἔπειτα δὲ χερσὶ διήρεσσʼ ἀμφοτέρῃσι
  3. νηχόμενος, μάλα δʼ ὦκα θύρηθʼ ἔα ἀμφὶς ἐκείνων.
  4. ἔνθʼ ἀναβάς, ὅθι τε δρίος ἦν πολυανθέος ὕλης,
  5. κείμην πεπτηώς. οἱ δὲ μεγάλα στενάχοντες
  6. φοίτων· ἀλλʼ οὐ γάρ σφιν ἐφαίνετο κέρδιον εἶναι
  7. μαίεσθαι προτέρω, τοὶ μὲν πάλιν αὖτις ἔβαινον
  8. νηὸς ἔπι γλαφυρῆς· ἐμὲ δʼ ἔκρυψαν θεοὶ αὐτοὶ
  9. ῥηϊδίως, καί με σταθμῷ ἐπέλασσαν ἄγοντες
  10. ἀνδρὸς ἐπισταμένου· ἔτι γάρ νύ μοι αἶσα βιῶναι.
  11. τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
  12. ἆ δειλὲ ξείνων, ἦ μοι μάλα θυμὸν ὄρινας
  13. ταῦτα ἕκαστα λέγων, ὅσα δὴ πάθες ἠδʼ ὅσʼ ἀλήθης.
  14. ἀλλὰ τά γʼ οὐ κατὰ κόσμον ὀΐομαι, οὐδέ με πείσεις
  15. εἰπὼν ἀμφʼ Ὀδυσῆϊ· τί σε χρὴ τοῖον ἐόντα
  16. μαψιδίως ψεύδεσθαι; ἐγὼ δʼ εὖ οἶδα καὶ αὐτὸς
  17. νόστον ἐμοῖο ἄνακτος, ὅ τʼ ἤχθετο πᾶσι θεοῖσι
  18. πάγχυ μάλʼ, ὅττι μιν οὔ τι μετὰ Τρώεσσι δάμασσαν
  19. ἠὲ φίλων ἐν χερσίν, ἐπεὶ πόλεμον τολύπευσε.
  20. τῷ κέν οἱ τύμβον μὲν ἐποίησαν Παναχαιοί,
  21. ἠδέ κε καὶ ᾧ παιδὶ μέγα κλέος ἤρατʼ ὀπίσσω
  22. νῦν δέ μιν ἀκλειῶς ἅρπυιαι ἀνηρείψαντο.
  23. αὐτὰρ ἐγὼ παρʼ ὕεσσιν ἀπότροπος· οὐδὲ πόλινδε
  24. ἔρχομαι, εἰ μή πού τι περίφρων Πηνελόπεια
  25. ἐλθέμεν ὀτρύνῃσιν, ὅτʼ ἀγγελίη ποθὲν ἔλθῃ.
  26. ἀλλʼ οἱ μὲν τὰ ἕκαστα παρήμενοι ἐξερέουσιν,
  27. ἠμὲν οἳ ἄχνυνται δὴν οἰχομένοιο ἄνακτος,
  28. ἠδʼ οἳ χαίρουσιν βίοτον νήποινον ἔδοντες·
  29. ἀλλʼ ἐμοὶ οὐ φίλον ἐστὶ μεταλλῆσαι καὶ ἐρέσθαι,
  30. ἐξ οὗ δή μʼ Αἰτωλὸς ἀνὴρ ἐξήπαφε μύθῳ,
  31. ὅς ῥʼ ἄνδρα κτείνας, πολλὴν ἐπὶ γαῖαν ἀληθείς,
  32. ἦλθεν ἐμὰ πρὸς δώματʼ· ἐγὼ δέ μιν ἀμφαγάπαζον.
  33. φῆ δέ μιν ἐν Κρήτεσσι παρʼ Ἰδομενῆϊ ἰδέσθαι
  34. νῆας ἀκειόμενον, τάς οἱ ξυνέαξαν ἄελλαι·