ῥωγαλέα, τὰ καὶ αὐτὸς ἐν ὀφθαλμοῖσιν ὅρηαι·ἑσπέριοι δʼ Ἰθάκης εὐδειέλου ἔργʼ ἀφίκοντο.ἔνθʼ ἐμὲ μὲν κατέδησαν ἐϋσσέλμῳ ἐνὶ νηῒὅπλῳ ἐϋστρεφέϊ στερεῶς, αὐτοὶ δʼ ἀποβάντεςἐσσυμένως παρὰ θῖνα θαλάσσης δόρπον ἕλοντο.αὐτὰρ ἐμοὶ δεσμὸν μὲν ἀνέγναμψαν θεοὶ αὐτοὶῥηϊδίως· κεφαλῇ δὲ κατὰ ῥάκος ἀμφικαλύψας,ξεστὸν ἐφόλκαιον καταβὰς ἐπέλασσα θαλάσσῃστῆθος, ἔπειτα δὲ χερσὶ διήρεσσʼ ἀμφοτέρῃσινηχόμενος, μάλα δʼ ὦκα θύρηθʼ ἔα ἀμφὶς ἐκείνων.ἔνθʼ ἀναβάς, ὅθι τε δρίος ἦν πολυανθέος ὕλης,κείμην πεπτηώς. οἱ δὲ μεγάλα στενάχοντεςφοίτων· ἀλλʼ οὐ γάρ σφιν ἐφαίνετο κέρδιον εἶναιμαίεσθαι προτέρω, τοὶ μὲν πάλιν αὖτις ἔβαινον