ἔνθʼ ὅ γέ μʼ ἠνώγει πέμψαι βασιλῆϊ Ἀκάστῳἐνδυκέως· τοῖσιν δὲ κακὴ φρεσὶν ἥνδανε βουλὴἀμφʼ ἐμοί, ὄφρʼ ἔτι πάγχυ δύης ἐπὶ πῆμα γενοίμην.ἀλλʼ ὅτε γαίης πολλὸν ἀπέπλω ποντοπόρος νηῦς,αὐτίκα δούλιον ἦμαρ ἐμοὶ περιμηχανόωντο.ἐκ μέν με χλαῖνάν τε χιτῶνά τε εἵματʼ ἔδυσαν,ἀμφὶ δέ μοι ῥάκος ἄλλο κακὸν βάλον ἠδὲ χιτῶνα,ῥωγαλέα, τὰ καὶ αὐτὸς ἐν ὀφθαλμοῖσιν ὅρηαι·ἑσπέριοι δʼ Ἰθάκης εὐδειέλου ἔργʼ ἀφίκοντο.ἔνθʼ ἐμὲ μὲν κατέδησαν ἐϋσσέλμῳ ἐνὶ νηῒὅπλῳ ἐϋστρεφέϊ στερεῶς, αὐτοὶ δʼ ἀποβάντεςἐσσυμένως παρὰ θῖνα θαλάσσης δόρπον ἕλοντο.αὐτὰρ ἐμοὶ δεσμὸν μὲν ἀνέγναμψαν θεοὶ αὐτοὶῥηϊδίως· κεφαλῇ δὲ κατὰ ῥάκος ἀμφικαλύψας,ξεστὸν ἐφόλκαιον καταβὰς ἐπέλασσα θαλάσσῃστῆθος, ἔπειτα δὲ χερσὶ διήρεσσʼ ἀμφοτέρῃσινηχόμενος, μάλα δʼ ὦκα θύρηθʼ ἔα ἀμφὶς ἐκείνων.ἔνθʼ ἀναβάς, ὅθι τε δρίος ἦν πολυανθέος ὕλης,