Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἀλλὰ συβώτης ὦκα ποσὶ κραιπνοῖσι μετασπὼν
  2. ἔσσυτʼ ἀνὰ πρόθυρον, σκῦτος δέ οἱ ἔκπεσε χειρός.
  3. τοὺς μὲν ὁμοκλήσας σεῦεν κύνας ἄλλυδις ἄλλον
  4. πυκνῇσιν λιθάδεσσιν· ὁ δὲ προσέειπεν ἄνακτα·
  5. ὦ γέρον, ἦ ὀλίγου σε κύνες διεδηλήσαντο
  6. ἐξαπίνης, καί κέν μοι ἐλεγχείην κατέχευας.
  7. καὶ δέ μοι ἄλλα θεοὶ δόσαν ἄλγεά τε στοναχάς τε·