Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • ὅππως νοστήσειʼ Ἰθάκης ἐς πίονα δῆμον
  • ἤδη δὴν ἀπεών, ἢ ἀμφαδὸν ἦε κρυφηδόν.
  • ὤμοσε δὲ πρὸς ἔμʼ αὐτόν, ἀποσπένδων ἐνὶ οἴκῳ,
  • νῆα κατειρύσθαι καὶ ἐπαρτέας ἔμμεν ἑταίρους,
  • οἳ δή μιν πέμψουσι φίλην ἐς πατρίδα γαῖαν.
  • ἀλλʼ ἐμὲ πρὶν ἀπέπεμψε· τύχησε γὰρ ἐρχομένη νηῦς
  • ἀνδρῶν Θεσπρωτῶν ἐς Δουλίχιον πολύπυρον.
  • ἔνθʼ ὅ γέ μʼ ἠνώγει πέμψαι βασιλῆϊ Ἀκάστῳ
  • ἐνδυκέως· τοῖσιν δὲ κακὴ φρεσὶν ἥνδανε βουλὴ
  • ἀμφʼ ἐμοί, ὄφρʼ ἔτι πάγχυ δύης ἐπὶ πῆμα γενοίμην.
  • ἀλλʼ ὅτε γαίης πολλὸν ἀπέπλω ποντοπόρος νηῦς,
  • αὐτίκα δούλιον ἦμαρ ἐμοὶ περιμηχανόωντο.
  • ἐκ μέν με χλαῖνάν τε χιτῶνά τε εἵματʼ ἔδυσαν,
  • ἀμφὶ δέ μοι ῥάκος ἄλλο κακὸν βάλον ἠδὲ χιτῶνα,
  • ῥωγαλέα, τὰ καὶ αὐτὸς ἐν ὀφθαλμοῖσιν ὅρηαι·
  • ἑσπέριοι δʼ Ἰθάκης εὐδειέλου ἔργʼ ἀφίκοντο.
  • ἔνθʼ ἐμὲ μὲν κατέδησαν ἐϋσσέλμῳ ἐνὶ νηῒ
  • ὅπλῳ ἐϋστρεφέϊ στερεῶς, αὐτοὶ δʼ ἀποβάντες
  • ἐσσυμένως παρὰ θῖνα θαλάσσης δόρπον ἕλοντο.
  • αὐτὰρ ἐμοὶ δεσμὸν μὲν ἀνέγναμψαν θεοὶ αὐτοὶ
  • ῥηϊδίως· κεφαλῇ δὲ κατὰ ῥάκος ἀμφικαλύψας,
  • ξεστὸν ἐφόλκαιον καταβὰς ἐπέλασσα θαλάσσῃ
  • στῆθος, ἔπειτα δὲ χερσὶ διήρεσσʼ ἀμφοτέρῃσι
  • νηχόμενος, μάλα δʼ ὦκα θύρηθʼ ἔα ἀμφὶς ἐκείνων.
  • ἔνθʼ ἀναβάς, ὅθι τε δρίος ἦν πολυανθέος ὕλης,
  • κείμην πεπτηώς. οἱ δὲ μεγάλα στενάχοντες
  • φοίτων· ἀλλʼ οὐ γάρ σφιν ἐφαίνετο κέρδιον εἶναι
  • μαίεσθαι προτέρω, τοὶ μὲν πάλιν αὖτις ἔβαινον
  • νηὸς ἔπι γλαφυρῆς· ἐμὲ δʼ ἔκρυψαν θεοὶ αὐτοὶ