γαίῃ Θεσπρωτῶν πέλασεν μέγα κῦμα κυλίνδον.ἔνθα με Θεσπρωτῶν βασιλεὺς ἐκομίσσατο Φείδωνἥρως ἀπριάτην· τοῦ γὰρ φίλος υἱὸς ἐπελθὼναἴθρῳ καὶ καμάτῳ δεδμημένον ἦγεν ἐς οἶκον,χειρὸς ἀναστήσας, ὄφρʼ ἵκετο δώματα πατρός·ἀμφὶ δέ με χλαῖνάν τε χιτῶνά τε εἵματα ἕσσεν.ἔνθʼ Ὀδυσῆος ἐγὼ πυθόμην· κεῖνος γὰρ ἔφασκεξεινίσαι ἠδὲ φιλῆσαι ἰόντʼ ἐς πατρίδα γαῖαν,καί μοι κτήματʼ ἔδειξεν ὅσα ξυναγείρατʼ Ὀδυσσεύς,χαλκόν τε χρυσόν τε πολύκμητόν τε σίδηρον.καί νύ ἐς δεκάτην γενεὴν ἕτερόν γʼ ἔτι βόσκοι·τόσσα οἱ ἐν μεγάροις κειμήλια κεῖτο ἄνακτος.τὸν δʼ ἐς Δωδώνην φάτο βήμεναι, ὄφρα θεοῖοἐκ δρυὸς ὑψικόμοιο Διὸς βουλὴν ἐπακούσαι,