Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • ἐννῆμαρ φερόμην, δεκάτῃ δέ με νυκτὶ μελαίνῃ
  • γαίῃ Θεσπρωτῶν πέλασεν μέγα κῦμα κυλίνδον.
  • ἔνθα με Θεσπρωτῶν βασιλεὺς ἐκομίσσατο Φείδων
  • ἥρως ἀπριάτην· τοῦ γὰρ φίλος υἱὸς ἐπελθὼν
  • αἴθρῳ καὶ καμάτῳ δεδμημένον ἦγεν ἐς οἶκον,
  • χειρὸς ἀναστήσας, ὄφρʼ ἵκετο δώματα πατρός·
  • ἀμφὶ δέ με χλαῖνάν τε χιτῶνά τε εἵματα ἕσσεν.
  • ἔνθʼ Ὀδυσῆος ἐγὼ πυθόμην· κεῖνος γὰρ ἔφασκε
  • ξεινίσαι ἠδὲ φιλῆσαι ἰόντʼ ἐς πατρίδα γαῖαν,
  • καί μοι κτήματʼ ἔδειξεν ὅσα ξυναγείρατʼ Ὀδυσσεύς,
  • χαλκόν τε χρυσόν τε πολύκμητόν τε σίδηρον.
  • καί νύ ἐς δεκάτην γενεὴν ἕτερόν γʼ ἔτι βόσκοι·
  • τόσσα οἱ ἐν μεγάροις κειμήλια κεῖτο ἄνακτος.
  • τὸν δʼ ἐς Δωδώνην φάτο βήμεναι, ὄφρα θεοῖο
  • ἐκ δρυὸς ὑψικόμοιο Διὸς βουλὴν ἐπακούσαι,
  • ὅππως νοστήσειʼ Ἰθάκης ἐς πίονα δῆμον
  • ἤδη δὴν ἀπεών, ἢ ἀμφαδὸν ἦε κρυφηδόν.
  • ὤμοσε δὲ πρὸς ἔμʼ αὐτόν, ἀποσπένδων ἐνὶ οἴκῳ,
  • νῆα κατειρύσθαι καὶ ἐπαρτέας ἔμμεν ἑταίρους,
  • οἳ δή μιν πέμψουσι φίλην ἐς πατρίδα γαῖαν.