οἱ δὲ κορώνῃσιν ἴκελοι περὶ νῆα μέλαινανκύμασιν ἐμφορέοντο· θεὸς δʼ ἀποαίνυτο νόστον.αὐτὰρ ἐμοὶ Ζεὺς αὐτός, ἔχοντί περ ἄλγεα θυμῷ,ἱστὸν ἀμαιμάκετον νηὸς κυανοπρῴροιοἐν χείρεσσιν ἔθηκεν, ὅπως ἔτι πῆμα φύγοιμι.τῷ ῥα περιπλεχθεὶς φερόμην ὀλοοῖς ἀνέμοισιν.ἐννῆμαρ φερόμην, δεκάτῃ δέ με νυκτὶ μελαίνῃγαίῃ Θεσπρωτῶν πέλασεν μέγα κῦμα κυλίνδον.ἔνθα με Θεσπρωτῶν βασιλεὺς ἐκομίσσατο Φείδωνἥρως ἀπριάτην· τοῦ γὰρ φίλος υἱὸς ἐπελθὼναἴθρῳ καὶ καμάτῳ δεδμημένον ἦγεν ἐς οἶκον,χειρὸς ἀναστήσας, ὄφρʼ ἵκετο δώματα πατρός·ἀμφὶ δέ με χλαῖνάν τε χιτῶνά τε εἵματα ἕσσεν.ἔνθʼ Ὀδυσῆος ἐγὼ πυθόμην· κεῖνος γὰρ ἔφασκεξεινίσαι ἠδὲ φιλῆσαι ἰόντʼ ἐς πατρίδα γαῖαν,καί μοι κτήματʼ ἔδειξεν ὅσα ξυναγείρατʼ Ὀδυσσεύς,χαλκόν τε χρυσόν τε πολύκμητόν τε σίδηρον.καί νύ ἐς δεκάτην γενεὴν ἕτερόν γʼ ἔτι βόσκοι·τόσσα οἱ ἐν μεγάροις κειμήλια κεῖτο ἄνακτος.τὸν δʼ ἐς Δωδώνην φάτο βήμεναι, ὄφρα θεοῖο