ἀλλʼ ὅτε δὴ Κρήτην μὲν ἐλείπομεν, οὐδέ τις ἄλληφαίνετο γαιάων, ἀλλʼ οὐρανὸς ἠδὲ θάλασσα,δὴ τότε κυανέην νεφέλην ἔστησε Κρονίωννηὸς ὕπερ γλαφυρῆς, ἤχλυσε δὲ πόντος ὑπʼ αὐτῆς.Ζεὺς δʼ ἄμυδις βρόντησε καὶ ἔμβαλε νηῒ κεραυνόν·ἡ δʼ ἐλελίχθη πᾶσα Διὸς πληγεῖσα κεραυνῷ,ἐν δὲ θεείου πλῆτο· πέσον δʼ ἐκ νηὸς ἅπαντες.οἱ δὲ κορώνῃσιν ἴκελοι περὶ νῆα μέλαινανκύμασιν ἐμφορέοντο· θεὸς δʼ ἀποαίνυτο νόστον.αὐτὰρ ἐμοὶ Ζεὺς αὐτός, ἔχοντί περ ἄλγεα θυμῷ,ἱστὸν ἀμαιμάκετον νηὸς κυανοπρῴροιοἐν χείρεσσιν ἔθηκεν, ὅπως ἔτι πῆμα φύγοιμι.τῷ ῥα περιπλεχθεὶς φερόμην ὀλοοῖς ἀνέμοισιν.ἐννῆμαρ φερόμην, δεκάτῃ δέ με νυκτὶ μελαίνῃγαίῃ Θεσπρωτῶν πέλασεν μέγα κῦμα κυλίνδον.ἔνθα με Θεσπρωτῶν βασιλεὺς ἐκομίσσατο Φείδωνἥρως ἀπριάτην· τοῦ γὰρ φίλος υἱὸς ἐπελθὼναἴθρῳ καὶ καμάτῳ δεδμημένον ἦγεν ἐς οἶκον,χειρὸς ἀναστήσας, ὄφρʼ ἵκετο δώματα πατρός·ἀμφὶ δέ με χλαῖνάν τε χιτῶνά τε εἵματα ἕσσεν.ἔνθʼ Ὀδυσῆος ἐγὼ πυθόμην· κεῖνος γὰρ ἔφασκεξεινίσαι ἠδὲ φιλῆσαι ἰόντʼ ἐς πατρίδα γαῖαν,καί μοι κτήματʼ ἔδειξεν ὅσα ξυναγείρατʼ Ὀδυσσεύς,χαλκόν τε χρυσόν τε πολύκμητόν τε σίδηρον.καί νύ ἐς δεκάτην γενεὴν ἕτερόν γʼ ἔτι βόσκοι·τόσσα οἱ ἐν μεγάροις κειμήλια κεῖτο ἄνακτος.τὸν δʼ ἐς Δωδώνην φάτο βήμεναι, ὄφρα θεοῖοἐκ δρυὸς ὑψικόμοιο Διὸς βουλὴν ἐπακούσαι,ὅππως νοστήσειʼ Ἰθάκης ἐς πίονα δῆμονἤδη δὴν ἀπεών, ἢ ἀμφαδὸν ἦε κρυφηδόν.ὤμοσε δὲ πρὸς ἔμʼ αὐτόν, ἀποσπένδων ἐνὶ οἴκῳ,νῆα κατειρύσθαι καὶ ἐπαρτέας ἔμμεν ἑταίρους,οἳ δή μιν πέμψουσι φίλην ἐς πατρίδα γαῖαν.ἀλλʼ ἐμὲ πρὶν ἀπέπεμψε· τύχησε γὰρ ἐρχομένη νηῦςἀνδρῶν Θεσπρωτῶν ἐς Δουλίχιον πολύπυρον.ἔνθʼ ὅ γέ μʼ ἠνώγει πέμψαι βασιλῆϊ Ἀκάστῳἐνδυκέως· τοῖσιν δὲ κακὴ φρεσὶν ἥνδανε βουλὴἀμφʼ ἐμοί, ὄφρʼ ἔτι πάγχυ δύης ἐπὶ πῆμα γενοίμην.ἀλλʼ ὅτε γαίης πολλὸν ἀπέπλω ποντοπόρος νηῦς,αὐτίκα δούλιον ἦμαρ ἐμοὶ περιμηχανόωντο.ἐκ μέν με χλαῖνάν τε χιτῶνά τε εἵματʼ ἔδυσαν,ἀμφὶ δέ μοι ῥάκος ἄλλο κακὸν βάλον ἠδὲ χιτῶνα,ῥωγαλέα, τὰ καὶ αὐτὸς ἐν ὀφθαλμοῖσιν ὅρηαι·ἑσπέριοι δʼ Ἰθάκης εὐδειέλου ἔργʼ ἀφίκοντο.ἔνθʼ ἐμὲ μὲν κατέδησαν ἐϋσσέλμῳ ἐνὶ νηῒὅπλῳ ἐϋστρεφέϊ στερεῶς, αὐτοὶ δʼ ἀποβάντεςἐσσυμένως παρὰ θῖνα θαλάσσης δόρπον ἕλοντο.αὐτὰρ ἐμοὶ δεσμὸν μὲν ἀνέγναμψαν θεοὶ αὐτοὶῥηϊδίως· κεφαλῇ δὲ κατὰ ῥάκος ἀμφικαλύψας,ξεστὸν ἐφόλκαιον καταβὰς ἐπέλασσα θαλάσσῃστῆθος, ἔπειτα δὲ χερσὶ διήρεσσʼ ἀμφοτέρῃσινηχόμενος, μάλα δʼ ὦκα θύρηθʼ ἔα ἀμφὶς ἐκείνων.ἔνθʼ ἀναβάς, ὅθι τε δρίος ἦν πολυανθέος ὕλης,κείμην πεπτηώς. οἱ δὲ μεγάλα στενάχοντεςφοίτων· ἀλλʼ οὐ γάρ σφιν ἐφαίνετο κέρδιον εἶναιμαίεσθαι προτέρω, τοὶ μὲν πάλιν αὖτις ἔβαινοννηὸς ἔπι γλαφυρῆς· ἐμὲ δʼ ἔκρυψαν θεοὶ αὐτοὶ