Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. οἱ μὲν κεκλήγοντες ἐπέδραμον· αὐτὰρ Ὀδυσσεὺς
  2. ἕζετο κερδοσύνη, σκῆπτρον δέ οἱ ἔκπεσε χειρός.
  3. ἔνθα κεν ᾧ πὰρ σταθμῷ ἀεικέλιον πάθεν ἄλγος·
  4. ἀλλὰ συβώτης ὦκα ποσὶ κραιπνοῖσι μετασπὼν
  5. ἔσσυτʼ ἀνὰ πρόθυρον, σκῦτος δέ οἱ ἔκπεσε χειρός.
  6. τοὺς μὲν ὁμοκλήσας σεῦεν κύνας ἄλλυδις ἄλλον
  7. πυκνῇσιν λιθάδεσσιν· ὁ δὲ προσέειπεν ἄνακτα·
  8. ὦ γέρον, ἦ ὀλίγου σε κύνες διεδηλήσαντο
  9. ἐξαπίνης, καί κέν μοι ἐλεγχείην κατέχευας.
  10. καὶ δέ μοι ἄλλα θεοὶ δόσαν ἄλγεά τε στοναχάς τε·
  11. ἀντιθέου γὰρ ἄνακτος ὀδυρόμενος καὶ ἀχεύων
  12. ἧμαι, ἄλλοισιν δὲ σύας σιάλους ἀτιτάλλω
  13. ἔδμεναι· αὐτὰρ κεῖνος ἐελδόμενός που ἐδωδῆς
  14. πλάζετʼ ἐπʼ ἀλλοθρόων ἀνδρῶν δῆμόν τε πόλιν τε,
  15. εἴ που ἔτι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο.
  16. ἀλλʼ ἕπεο, κλισίηνδʼ ἴομεν, γέρον, ὄφρα καὶ αὐτός,
  17. σίτου καὶ οἴνοιο κορεσσάμενος κατὰ θυμόν,
  18. εἴπῃς ὁππόθεν ἐσσὶ καὶ ὁππόσα κήδεʼ ἀνέτλης.