κουριδίῃ τʼ ἀλόχῳ καὶ κτήμασιν· αὐτὰρ ἔπειταΑἴγυπτόνδε με θυμὸς ἀνώγει ναυτίλλεσθαι,νῆας ἐῢ στείλαντα σὺν ἀντιθέοις ἑτάροισιν.ἐννέα νῆας στεῖλα, θοῶς δʼ ἐσαγείρατο λαός.ἑξῆμαρ μὲν ἔπειτα ἐμοὶ ἐρίηρες ἑταῖροιδαίνυντʼ· αὐτὰρ ἐγὼν ἱερήϊα πολλὰ παρεῖχονθεοῖσίν τε ῥέζειν αὐτοῖσί τε δαῖτα πένεσθαι.ἑβδομάτῃ δʼ ἀναβάντες ἀπὸ Κρήτης εὐρείηςἐπλέομεν Βορέῃ ἀνέμῳ ἀκραέϊ καλῷῥηϊδίως, ὡς εἴ τε κατὰ ῥόον· οὐδέ τις οὖν μοινηῶν πημάνθη, ἀλλʼ ἀσκηθέες καὶ ἄνουσοιἥμεθα, τὰς δʼ ἄνεμός τε κυβερνῆταί τʼ ἴθυνον.πεμπταῖοι δʼ Αἴγυπτον ἐϋρρείτην ἱκόμεσθα,στῆσα δʼ ἐν Αἰγύπτῳ ποταμῷ νέας ἀμφιελίσσας.