νήεσσʼ ἡγήσασθαι ἐς Ἴλιον· οὐδέ τι μῆχοςἦεν ἀνήνασθαι, χαλεπὴ δʼ ἔχε δήμου φῆμις.ἔνθα μὲν εἰνάετες πολεμίζομεν υἷες Ἀχαιῶν,τῷ δεκάτῳ δὲ πόλιν Πριάμου πέρσαντες ἔβημενοἴκαδε σὺν νήεσσι, θεὸς δʼ ἐκέδασσεν Ἀχαιούς.αὐτὰρ ἐμοὶ δειλῷ κακὰ μήδετο μητίετα Ζεύς·μῆνα γὰρ οἶον ἔμεινα τεταρπόμενος τεκέεσσινκουριδίῃ τʼ ἀλόχῳ καὶ κτήμασιν· αὐτὰρ ἔπειταΑἴγυπτόνδε με θυμὸς ἀνώγει ναυτίλλεσθαι,νῆας ἐῢ στείλαντα σὺν ἀντιθέοις ἑτάροισιν.ἐννέα νῆας στεῖλα, θοῶς δʼ ἐσαγείρατο λαός.ἑξῆμαρ μὲν ἔπειτα ἐμοὶ ἐρίηρες ἑταῖροιδαίνυντʼ· αὐτὰρ ἐγὼν ἱερήϊα πολλὰ παρεῖχονθεοῖσίν τε ῥέζειν αὐτοῖσί τε δαῖτα πένεσθαι.ἑβδομάτῃ δʼ ἀναβάντες ἀπὸ Κρήτης εὐρείηςἐπλέομεν Βορέῃ ἀνέμῳ ἀκραέϊ καλῷῥηϊδίως, ὡς εἴ τε κατὰ ῥόον· οὐδέ τις οὖν μοινηῶν πημάνθη, ἀλλʼ ἀσκηθέες καὶ ἄνουσοιἥμεθα, τὰς δʼ ἄνεμός τε κυβερνῆταί τʼ ἴθυνον.πεμπταῖοι δʼ Αἴγυπτον ἐϋρρείτην ἱκόμεσθα,στῆσα δʼ ἐν Αἰγύπτῳ ποταμῷ νέας ἀμφιελίσσας.